1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

15

φησὶν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» καὶ τὰ ἑξῆς Ἠλία ἀποκρύφων. καὶ πάλιν ἐν τῇ πρὸς Γαλάτας ἐκ τῆς Μωυσέως ἀποκαλύ ψεως· «οὔτε περιτομή τι ἐστὶν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.» καὶ ἐν τῇ πρὸς Ἐφεσίους ἐκ τῶν Ἱερεμίου λεγομένων ἀποκρύφων· «ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» ταῦτα δὲ ἡμῖν εἴρηται οὐ πρὸς ἄδειαν τῶν βουλομένων ἀδιαφόρως αὐτοῖς ἐντυγχά νειν· μὴ γένοιτο· πολλοὶ γὰρ ἐβλάβησαν ἐν πᾶσιν αὐτοῖς πιστεύσαντες, ὅθεν καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ ὁ χορὸς τῶν θεοφόρων ἡμῶν πατέ ρων ἐκώλυσεν ἐντυγχάνειν αὐτοῖς ὥσπερ τῇ θείᾳ λοιπῇ γραφῇ· καὶ ἡμεῖς τὰς προγραφείσας χρήσεις ὑπὲρ τοῦ δεῖξαι μόνον τὴν τῶν ἐγρηγόρων παρά βασιν καὶ τὴν τῶν γιγάντων ἀσέβειαν, περὶ ἧς καὶ ὁ θεῖος Μωυσῆς μέμνηται, καὶ ὅτι δι' αὐτοὺς ὁ κοσμικὸς γέγονε κατακλυσμὸς παρεθέμε θα, καὶ ὥστε τοὺς τὰς Χαλδαϊκὰς καὶ Αἰγυπτιακὰς ἀρχαιολογίας γράψαν τας μὴ δεῖν Χριστιανῶν ὑπολαμβάνειν, ὅτι ἀπὸ ἐνδιαθέτων ἢ ἀποκρύφων βιβλίων ἔσχον οἱανδηποτοῦν ἀφορμὴν τῆς οἰκείας ψευδηγορίας καὶ τῶν ἀπείρων ἐτῶν τὸν ἐξελεγμὸν συγγράψαι καὶ τὰς παρ' αὐτοῖς φημιζομένας βασιλείας καὶ δυναστείας, ἀλλ' ἵνα καὶ τὰς περὶ τούτων βίβλους ἀποκρύ φους ζητῶν ἀρκῆται ταῖς προκειμέναις ἐξ αὐτῶν χρήσεσιν ἐνταῦθα, καὶ μὴ τὰς καθόλου πραγματείας ἀσκόπως ἀναγινώσκων τοῦ ὀρθοῦ καὶ ἀλη θοῦς ἀποπέσοι σκοποῦ· καὶ γὰρ καὶ ἐν τῇ Μωυσέως λεγομένῃ ἀποκαλύψει 28 φέρεται περὶ αὐτῶν, ὅτι μετὰ τὸν κατακλυσμὸν τῷ βφπβʹ ἔτει τοῦ κόσμου φθόνῳ κινούμενοι μετὰ θάνατον ἐπλάνησαν τοὺς υἱοὺς Νῶε· καὶ εὐξαμέ νου τοῦ Νῶε ἵνα ἀποστῶσιν ἀπ' αὐτῶν, ὁ κύριος ἐκέλευσε τῷ ἀρχαγγέλῳ Μιχαὴλ βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον ἄχρι ἡμέρας τῆς κρίσεως· ὁ δὲ διάβολος ᾐτήσατο λαβεῖν μοῖραν ἀπ' αὐτῶν πρὸς πειρασμὸν τῶν ἀνθρώπων καὶ ἐδόθη αὐτῷ τὸ δέκατον αὐτῶν κατὰ πρόσταξιν θείαν, ὥστε πειράζειν τοὺς ἀνθρώπους πρὸς δοκιμὴν τῆς ἑκάστου πρὸς θεὸν προαιρέσεως, τὰ δὲ λοιπὰ θʹ μέρη ἐβλήθη εἰς τὴν ἄβυσσον. ἡμῖν δὲ ἀσύμφωνον εἶναι τοῦτο δοκεῖ, ἄνθρωπον ζῶντα ὑπὸ τῆς τοῦ τεθνεῶτος ψυχῆς πειράζεσθαι. διὸ παραινοῦμεν καὶ ἡμεῖς τοὺς ἐντυγχάνοντας ἢ ἐνταῦθα ἢ ἀλλαχοῦ τοῖς ἀποκρύφοις μὴ ἐν πᾶσιν ἕπεσθαι ταῖς ἐννοίαις ταῖς φερομέναις ἐν αὐταῖς. λοιπὸν δέ ἐστι μετὰ ταῦτα, καθὼς καὶ ἐπηγγειλάμεθα, μικρὰς χρήσεις τῶν τὰς Χαλδαϊκὰς καὶ Αἰγυπτιακὰς ἱστορίας γραψάντων παραθέσθαι, δι' ὧν πρόδηλος ἡ τούτων ἀσυμφωνία πρός τε ἀλλήλους καὶ τὴν θείαν γραφὴν τοῖς πιστοῖς ἔσται καὶ ἀνατροπὴ τῆς τερατώδους αὐτῶν ἐρεσχε λίας. Ἐκ τοῦ Ἀλεξάνδρου τοῦ Πολυίστορος περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ βασιλευσάντων ιʹ βασιλέων τῶν Χαλδαίων καὶ αὐτοῦ τοῦ κατακλυσμοῦ, καὶ περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ, ἐν οἷς καί τινα διὰ μέσου τερατώδη φάσκει, ὡς τῷ Βηρώσσῳ γεγραμμένα. Βήρωσσος δὲ ἐν τῇ πρώτῃ τῶν Βαβυλωνιακῶν φησι γενέσθαι μὲν αὐτὸν κατὰ Ἀλέξανδρον τὸν Φιλίππου τὴν ἡλικίαν. ἀναγραφὰς δὲ πολλῶν ἐν Βαβυλῶνι φυλάσσεσθαι μετὰ πολλῆς ἐπιμελείας ἀπὸ ἐτῶν που ὑπὲρ μυ ριάδων ιεʹ περιεχούσας χρόνον· περιέχειν δὲ τὰς ἀναγραφὰς ἱστορίας περὶ τοῦ οὐρανοῦ καὶ θαλάσσης καὶ πρωτογονίας καὶ βασιλέων καὶ τῶν κατ' αὐτοὺς πράξεων. καὶ πρῶτον μὲν τὴν Βαβυλωνίων γῆν φησι κεῖσθαι ἐπὶ τοῦ Τίγριδος καὶ Εὐφράτου ποταμοῦ μέσην. φύειν δὲ αὐτὴν πυροὺς ἀγρίους καὶ κριθὰς καὶ ὦχρον καὶ σήσαμον καὶ τὰς ἐν τοῖς ἕλεσι φυομένας ῥίζας ἐσθίεσθαι· ὀνομάζεσθαι αὐτὰς γόγγας· ἰσοδυναμεῖν δὲ τὰς ῥίζας ταύτας κριθαῖς. γίνεσθαι δὲ φοίνικας καὶ μῆλα καὶ τὰ λοιπὰ ἀκρόδρυα καὶ ἰχθύας καὶ ὄρνεα χερσαῖά τε καὶ λιμναῖα. εἶναι δὲ αὐτῆς τὰ μὲν κατὰ τὴν Ἀραβίαν μέρη ἄνυδρά τε καὶ ἄκαρπα, τὰ δὲ ἀντικείμενα τῇ Ἀραβίᾳ ὀρεινά 29 τε καὶ εὔφορα. ἐν δὲ τῇ Βαβυλῶνι πολὺ πλῆθος ἀνθρώπων γενέσθαι ἀλ λοεθνῶν κατοικησάντων τὴν Χαλδαίαν· ζῆν δὲ αὐτοὺς ἀτάκτως ὥσπερ τὰ θηρία. Ἐν δὲ τῷ πρώτῳ ἐνιαυτῷ