15
θεραπεύεσθαι καὶ δορυφορεῖσθαι, φοβερώτερον τοῦ ἀποθανεῖν, τὸ παρ' ἀξίαν κακοπραγεῖν. διὸ καὶ πολλοὶ τῶν ὑμνουμένων παρὰ Ῥωμαίοις αὐτοκρατόρων, μᾶλλον εἵλοντο ἀποθανεῖν, ἢ ζῶντες αἰσχρῶς δουλεύειν ἀτυχήσαντες περὶ τὰς μάχας· καὶ χωρὶς δὲ τούτων, τὸ παρὰ τῶν φυλάκων ὡς δεσμώτῃ προσεχόντων περιυβρίζεσθαι καὶ λοιδορεῖσθαι, παντὸς ἂν εἴη πικρότερον ὕδατος Στυγός. ἔτι δ' οὐδ' ἀσφάλειαν ἡμῖν παρέχει τὸ δήσαντας φρουρεῖν. ἂν γὰρ ὁτῳδήτινι τρόπῳ δυνηθείη τὰ δεσμὰ διαφυγεῖν, ὅπερ ἡμῖν πρόσεστι νῦν, τὸ δοκοῦντας ἀδικεῖσθαι καρποῦσθαι τὴν ἁπάντων εὔνοιαν, ἐκείνῳ περιστήσεται, καὶ σφοδρότερον πολεμήσει, συμμάχοις προθύμοις καὶ τοῖς περιοίκοις βαρβάροις καὶ Ῥωμαίοις χρώμενος. ὅτε τοίνυν τὸ μὲν ἀποκτεῖναι ἀλαστόρων καὶ ἀνδροφόνων ἐπιτιμίαν οὐ μόνον ἡμῖν, ἀλλὰ καὶ παισὶν ἡμετέροις 1.47 ἔπειτα προσάπτει, τὸ δ' εἵρξαντας φρουρεῖν μετὰ τοῦ αἰσχροῦ καὶ τοὺς ἐσχάτους ὑποπτεύει κινδύνους, καὶ λυσιτελὲς ἅμα καὶ δίκαιον εἶναι νομίζω, τῶν προτέρων ἐχομένους λογισμῶν, τὸν ἡμέτερον βασιλέα διασώζειν ἀμυνομένους ἄν τις ἐπίῃ. ἀλλ' ἐρεῖς, Τί οὖν; ἂν ἐπιστρατεύῃ βασιλεὺς ἡμῖν, οὐ μαχούμεθα αὐτῷ, οὐδ' ἀποκτενοῦμεν, ἂν οὕτω συμβαίη; Μάλιστα μὲν οὖν ἀμυνούμεθα πάσῃ δυνάμει, ἀλλ' οὐ τὸν αὐτὸν ἔχει τό, τε κατάρχειν καὶ τὸ ἀμύνασθαί τινα, λόγον. τῷ μὲν γὰρ πρὸς τῷ αἰσχρῷ πρόσεστι καὶ τὸ ἀδικεῖν, τὸ δ' ἀμύνασθαι πρὸς τῷ δικαίῳ καὶ τὴν ἀπὸ τῶν ἔργων εὔκλειαν ἔχει. ἂν γὰρ συμβῇ τὸν προκατάρχοντα παθεῖν κακῶς, οὐ τῷ ἀμυνομένῳ τὴν ἀπόβασιν ἀλλὰ τῷ ἐπιόντι λογίζεσθαι τῶν ἔργων δίκαιον. ἡμῖν μὲν οὖν ἐπ' ἀμφότερα γυμνάζουσι τὸν λόγον ἑκατέροις εἴρηται πολλά. βασιλεῖ δὲ πάντων ἀκροωμένῳ ἐξέσται τὸν τῶν ἁλιέων τρόπον τῆς σαγήνης πολλὰ περισχούσης τὰ χρήσιμα ἐκλεξαμένῳ, τῶν ἀχρήστων ἀποσχέσθαι.» ἐπὶ τούτοις καὶ τῶν ἄλλων συνθεμένων καὶ τὴν διάκρισιν τῶν λόγων ἀναθεμένων τῷ βασιλεῖ, εἶπε καὶ αὐτὸς τοιαῦτα· ιʹ. «Τοῖς περὶ μεγάλων πραγμάτων βουλευομένοις ἀναγκαῖον εἶναι νομίζω καὶ πολλοῖς εἶναι τὸν ἀριθμόν. διὸ καὶ Ῥωμαῖοι καὶ Ἕλληνες τὸ παλαιὸν, καὶ δημοκρατούμενοι καὶ τῶν ἀρίστων ἀρχόντων, ἐκ πλειόνων τὰς βουλὰς συνεκρότουν, τοῦ κα 1.48 λοῦ καὶ συμφέροντος οὕτως οὐκ ἂν οἰόμενοι ῥᾳδίως ἁμαρτεῖν, ὀρθῶς φρονοῦντες. καὶ τῶν παλαιῶν δέ τις σοφὸς τῆς ἡμετέρας αὐλῆς ἐν πολλῇ βουλῇ τὴν σωτηρίαν εἴρηκεν εἶναι, καὶ πολέμιον ἑαυτῷ τὸν ἀσύμβουλον ἀπεφήνατο. καὶ ὑμῶν τοίνυν καὶ πολλῶν καὶ περὶ ταῦτα ἀρίστων ὄντων καὶ λόγοις οὐκ ὀλίγοις περὶ τοῦ πράγματος χρησαμένων, ἐξέσται κἀμοὶ ὃν εἰρήκατε τῶν ἁλιέων τρόπον, πολλὰ τῆς σαγήνης καταγαγούσης, τὰ χρήσιμα ἐκλεξαμένῳ ἀποῤῥίψαι τὰ μὴ τοιαῦτα. ἐρῶ τοίνυν καὶ αὐτὸς ἅ μοι δοκεῖ βέλτιστα εἶναι, ὑμῖν δ' ἐξέσται ἑκάστῳ ἃ δοκεῖ συμφέροντα ἑλέσθαι. οὐ πᾶσιν ἀνθρώποις τὰ αὐτὰ αἱρετὰ καὶ φευκτὰ, καὶ ἡδέα καὶ μὴ τοιαῦτα δοκεῖ, ἀλλ' ὅπως ποτὲ ἔχουσι περὶ αὐτὰ, τοιαύτας καὶ περὶ αὐτῶν ἐξάγουσι τὰς κρίσεις. ὡς ἔχω τοίνυν καὶ αὐτὸς περὶ τῶν προκειμένων ἐρῶ. τοσούτου δέω τοῦ τι τῶν ἀνηκέστων καὶ ζωῆς ἕνεκα καὶ τιμῆς περὶ τὸν ἐμὸν κύριον καὶ βασιλέα γενέσθαι βούλεσθαι, ὥστ' εἰ συμβέβηκε τὸν αὐτὸν ξίφος ὡς ἀποκτενοῦντά με σπασάμενον ἐπιέναι, φυγῇ μὲν ἂν ἐπραγματευσάμην τὴν σωτηρίαν· εἰ δὲ κώλυμά τι μεταξὺ φεύγοντι συμβέβηκε τῆς φυγῆς, τοσοῦτον ἀπέχω τοῦ συστραφεὶς ἀμύνεσθαι βούλεσθαι, ὥστ' ἐγκαλυψάμενος ἐδεχόμην ἂν σιγῇ τὰς πληγὰς, δείσας μὴ πρὸς ἐκεῖνον ὁρῶν καὶ οἷον τῷ πάθει τῶν φρενῶν ἐκκρουσθείς, πρὸς τὸ λαβεῖν ἐξ αὐτοῦ κινηθῶ καὶ μακρὰν ἀποῤῥίψαι τὸ ξίφος, ἐπειδὴ καὶ τοῦτο τῶν ἀνοσίων κρίνω, καθ' ὅντινα τρόπον χεῖρας ἀνασχεῖν τῷ πατρί. τοιαύτην ἔχειν γνώμην περὶ τῆς εἰς τὸν πάπ 1.49 πον τιμῆς τὸν πάντα ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν τοῦ θεοῦ. διὸ δὴ καὶ ὑμᾶς βούλομαι οὕτως ἔχειν σαφῶς πεισθέντας, μηδένα περὶ τούτου λόγον κινεῖν, μηδὲ μεταπείθειν ἐπιχειρεῖν· ἔσεσθε γὰρ ἠνυκότες πλέον οὐδέν. εἰ μὲν οὖν ἐθελήσετε τῶν ἐξ ἀρχῆς ἐχόμενοι λογισμῶν, τὴν σωτηρίαν ἑαυτοῖς ποριζομένοις φυγῇ τὸν ὑφορώμενον κίνδυνον