15
θυγατέρα τοῦ ἐν ̔Ηλίου 1.37 πόλει ἱερέων πρωτεύοντος. ἐξ ης αὐτῷ γίνονται παῖδες πρὸ τοῦ λιμοῦ, ων ὁ πρεσβύτερος ην Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, οτι λήθην ευρατο τῶν ἀτυχημάτων· ̓Εφραῒμ δὲ ὁ νεώτερος· ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγόνων ἐλευθερίαν. ἐντεῦθεν ηκεν ὁ τῆς ἐνδείας καιρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν ὁ λιμός, ἀλλὰ καὶ τῆς χώρας καθ' ην κατῴκει ὁ ̓Ιακώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αιγυπτον σῖτον ὠνησομένους, μόνον παρ' ἑαυτῷ κατασχὼν τὸν Βενιαμὶν ὡς νεώτατον. οἱ μὲν ουν προσῆλθον τῷ ̓Ιωσήφ. ὁ δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ελεγεν ηκειν αὐτούς. οἱ δὲ οθεν τε ηκοιεν ελεγον, καὶ ὡς ἑνὸς ειεν πατρὸς ετι ζῶντος, καὶ ὡς ετερος νεώτερος ἀδελφὸς εστι παρὰ τῷ πατρί. πληροφορίαν δ' ελεγεν ̓Ιωσὴφ δοῦναι αὐτῷ ἀληθείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐτόν. δίδωσιν ουν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ομηρον. ἐπανῆλθον πρὸς τὸν ̓Ιακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ ἡ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αιγυπτον οὐ κατένευεν. ηδη δὲ τοῦ σίτου δαπανηθέντος, ἐπεὶ μὴ αλλως ἐξῆν αὐτοῖς εἰς Αιγυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσεπάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν ὁ πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ ̓Ιωσὴφ δωρεάς. ὡς δ' ηλθον εἰς Αιγυπτον, προσήγαγον τὰ δῶρα αὐτῷ. ὁ δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυπτόμενος, ινα μὴ δακρύων καταφανὴς γένοιτο, μετέστη. ειτα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, 1.38 καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱππεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες ευρον τὸν σκύφον παρὰ τῷ φορτίῳ Βενιαμίν. οἱ μὲν ουν ἱππεῖς ηγον πρὸς τὸν ̓Ιωσὴφ τὸν Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρήξαντες εκλαιον καὶ συνείποντο. ̓Ιωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοιπούς, μόνῃ δ' ἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. ̓Ιούδας δὲ διαλεχθεὶς καὶ πολλὰ πρὸς ελεον δημηγορήσας ἐπαγωγά, εἰς ελεγχον ηγαγε τοῦ πάθους τὸν ̓Ιωσήφ. ὁ δὲ μηκέτι δυνάμενος ὑποκρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. "απιτε ουν" φησί "καὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοικίζεσθε· ετι γὰρ ἐπὶ πενταετίαν εσται λιμός." ταῦτ' εἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δεξιοῦται. Καὶ οἱ μὲν ἀπῆλθον· ὁ δ' ̓Ιακὼβ μαθὼν τὰ περὶ ̓Ιωσήφ, ωρμησεν εὐθὺς πρὸς αὐτόν, πάντας τοὺς μετ' αὐτοῦ ἐπαγόμενος· ησαν δὲ ἑβδομήκοντα πέντε. ηδη δὲ τῆς Αἰγύπτου πλησίον οντι αὐτῷ προσυπαντᾷ ̓Ιωσήφ. ὁ δ' ὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγεγονότα δὲ τὸν ̓Ιακὼβ καὶ τοὺς μετ' αὐτοῦ πρὸς Αι1.39 γυπτον ἀκούσας Φαραώ, χαίρων ην, καὶ παραγενόμενον τὸν ̓Ιακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας ειναι τοὺς μετ' αὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν ̔Ηλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπιτεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον ὁ ̓Ιωσήφ. τούτων δ' ἐπιλιπόντων, τῶν βοσκημάτων ὠνοῦντο αὐτόν, ειτα καὶ τῆς γῆς παρεχώρουν, ινα τραφεῖεν. ουτω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ εμενεν ἡ χώρα αὐτῶν, ὡς ηδη ἐλώφησεν ὁ λιμός, συλλέγων τοὺς Αἰγυπτίους ̓Ιωσὴφ εκαστον εἰς τὴν πόλιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλεργεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. ̓Ιακὼβ δὲ ἑπτακαίδεκα ετη ἐν Αἰγύπτῳ διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν αλλοις τῶν υἱῶν κτῆσιν