15
κρύους ειναι ἀνώτερον. παρὰ τὸ ἀΐσσειν γέγονεν ἀετός· οθεν καὶ ἀναλογωτέρως οἱ ̓Αττικοὶ ἀετὸς λέγουσι, χωρὶς τοῦ ˉι, ὡς κλαίω κλάω. Αἰειγενέτῃσιν. ἐκ τοῦ αἰεὶ καὶ τοῦ γενέτης. τὸ δὲ γενέτης ἐκ τοῦ γινῶ τὸ ὑπάρχω, γέγονε γενῶ, γενέτης, η ἐκ τοῦ γεννῶ. τὰ διὰ τοῦ έτης ἀρσενικὰ βαρύτονα, ειτε ἁπλᾶ ειτε σύνθετα, διὰ τοῦ ˉε ψιλοῦ γράφονται, οιον μητιέτης, λογοθέτης. πλὴν τοῦ εὐχαίτης, ὁ καλόθριξ, καὶ προσαίτης· τὸ δὲ εὐχέτης, ὁ εὐχόμενος, ψιλογραφεῖται. ̓Αΐδηλοσ. ἀφανής. ἀείδελος δὲ, ὁ ἀεὶ δελεάζων, δίφθογγον. Αιθαλος καὶ αἰθάλειοσ. ὁ καπνός. Αἰσιομήτησ. ὁ αισια βουλεύων. Αἰέλουροσ. ζῶον τοῦτο· οὐκ εστι πλεονασμὸς, ἀλλὰ ἀντίθεσις· παρὰ γὰρ τὸ αιολον καὶ τὴν οὐρὰν ἐτυμολογεῖται αἰέλουρος· γράφεται δὲ καὶ αιλουρος. Ελουρος δὲ εθνος· ψιλόν. Αἰζήρ. κύριον. αἰζηρός. ὁ νέος, ὁ ἀκμάζων. alpha.67 Αἰγινίτησ. τοπικὸν, ἀπὸ τῆς Αἰγαὶ πόλεως. Αιαγροσ. ζῶον. καὶ αιγαγρος. Αιαψοσ. ὁ ποικίλος. Αἰγίθαλοσ. πτηνὸν καὶ ειδος βοτάνης. ̓Αϊδίφρων. αἰσχυντηλός. Αϊδρισ. ὁ απειρος, καὶ κλίνεται ἀΐδρεως. Αιεσχοσ. ὁ τῆς δάφνης κλάδος. εεσχος δὲ ὁ εσχατος. τὰ δύο ψιλά. ̓Αΐστωρ. ὁ ἀμαθής. Αἰακίξ. ειδος κύλικος η κόρακος. Αἰήτησ. κύριον. καὶ αἰήτειον επος. Αἰθαλείδησ. δῆμος ὁ τῆς Λεοντίδος. Αιθαλοσ. κύριον καὶ τόπος. Αἰθαλώδησ. σκοτώδης. Αἰθήρ. ὁ ἐν υψει ἀὴρ, ὁ ἐπάνω τοῦ ἀέρος, καιόμενος ἐκ τοῦ ἡλίου. παρὰ τὸ αιθω αἰθήρ. πυρώδης γὰρ ὁ τόπος ὁ ὑπεράνω τὸν αἰθέρα. καὶ λέγεται θηλυκὸν ὁ αἰθήρ. τὸ παράγωγον αἰθέριος. καὶ αἰθερία καὶ τῆς αἰθέρος, αἰθερίτης. ἀστροειδέα νῶτα διφρεύουσ' αἰθέρος ἱερᾶς. Αιθικεσ. ονομα εθνους. alpha.68 Αἰθιολεύσ. κύριον. Αἰθιοπεύσ. ὁ ἀπὸ Αἰθιοπίας. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Αἰθιοπῆας. Αἰθίοψ. ὁ μέλας. Αιθοσ. ὁ ἐκκαύστης· ὁ αιθων καὶ καίων. παρὰ τὸ αιθω τὸ καίω. αἰθὸς δὲ ὁ αἰθόμενος καὶ καιόμενος. Αιθωνασ. λαμπροὺς, πυροειδεῖς η καυστικούς. Αιθοπα. μέλανα, διάπυρον η τὸν ποιοῦντα ἐρυθροὺς, η τὸν καυστικὸν, ὡς τό· -αιθοπα οινον. ἡ εὐθεῖα ὁ αιθοψ. Αιθων. ὁ βίαιος λιμός. ἀπὸ τοῦ αιθωνος ἡλίου τινός. Αἰθονίδησ. κύριον. Αἰθριαίνης· Αιθριξ. ὀνόματα κύρια. Αιθριοσ. ὁ ὑπὸ τὸν αἰθέρα. Αιθριπποσ. παχύς. Αἰθρηγενέτησ. Αἰκανόσ. ονομα ορους. Αἰκίστριος· Αικλοσ. ὀνόματα κύρια. alpha.69 Αἰκοῦλοι. εθνος. Αἰκόλοσ. κύριον, καὶ ονομα ορους. Αἰλιανός· Αιλιοσ. κύρια. Αιλινοσ. ὁ θρῆνος, η ὀδυρτικὴ καὶ θρηνητικὴ αὐδή. Αιλιοσ. ὁ σύγγαμβρος. καὶ ειδος βοτάνης. Αιμουσ. τοὺς δρόσους λέγει ὁ Αἰσχύλος. Αἱμύλοσ. ὁ ἀπατεών. παρὰ τὸ δαίω, τὸ μανθάνω, δαίμων, ἀποβολῇ τοῦ ˉδ, αιμων. *Αιμονα θήρης. εἰδήμονα.* ὑποκοριστικὸν ἐκ τοῦ αιμων αἱμύλος, ου τὸ κτητικὸν αἱμύλιος. Αἱματωπόσ. ὁ τοὺς ωπας ᾑμαγμένους εχων. Αἰμιλιανός· Αἰμύλιοσ. κύρια. Αἱμοβόροσ. ὁ ἐσθίων καὶ πίνων αιμα. Αἱμόνιοσ. κύριον. Αἱμοπότης καὶ αἱματοπότησ. ὁ φονεύς. Αἰλάμ. ὁ βασιλέων πρόδρομος. Αἱμόῤῥουσ. γένος εχεος ητοι οφεως ἐν τοῖς πετρώδεσι χηραμοῖς εχων τὰς διατριβάς. Αἱμόῤῥουσ. καὶ ἡ αἱμόῤῥοιαν πάσχουσα. Αἰμύλοσ. ὁ κόλαξ. τῶν μέν τινες αἰμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν. Αἱμωπούσ. πλήρεις αιματος ὀφθαλμούς. η ἀγριωπούς. αἱμωποὺς ἐστυφέλιξε λύκους. alpha.70 Αἰνάρετος καὶ ἀναρετήσ. ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος. Αἰνέας· Αἰνείας· Αινιος· Αινικοσ. ὀνόματα κύρια. Αἰνιᾶνεσ. εθνος. Αἰνόμοροσ. κακοθάνατος. Αινοσ. ὁ επαινος. παρὰ τὸ ἰαίνω τὸ τέρπω, καὶ διαχέω τὴν ψυχὴν, ιαινος καὶ αινος. νῦν δ' αινον ἐρέω-. Αἰνόσ. ὁ φοβερὸς καὶ ὁ χαλεπός. ἀφ' ου αἰνόθεν. Αἰνῶς καὶ αἰνότατοσ. παρὰ τὸ δεινὸς, τροπῇ τοῦ ˉε εἰς ˉα, καὶ ἀποβολῇ τοῦ ˉδ, αἰνός. σημαίνει δὲ καὶ τὸ λίαν. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. Αινηθοσ. ορος. τὸ ἐθνικὸν Αἰνήθιος. Αιμοσ. ονομα ορους. Αἰωλοπώλουσ. ταχυπώλους, η τοὺς ποικίλως ἱππαζομένους. γίνεται αἰόλλω, ο σημαίνει τὸ κινῶ, καὶ τοῦ πῶλος· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἐνάλλεσθαι, πόαλος καὶ πῶλος, προπερισπωμένως. ἐπειδὴ τὰ εἰς ˉοˉς δισσύλλαβα προπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται. οιον· οικος, αοικος· κοῦρος, ἐπίκουρος. ουτω καὶ πῶλος αἰωλόπωλος. Αἰολεῖσ. οἱ περὶ Σικελίαν. ̓Ορέστης κατὰ χρησμὸν συνήθροισε