1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

15

αὐτῷ ἄνω ἐν ἀρχῇ Λόγου, ἐπεξηγεῖται· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν, οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέ ποτε ἐκτὸς Πληρώματος· ἀλλὰ ὁ τῆς οἰκονομίας μεταγενέστερος τοῦ Λόγου Σωτήρ. 1.1.20 Μάθετε οὖν ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ ἡμῶν, ὁ κατασκηνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν Ἀπόστολον. Εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς, ὁ τοῦ μόνου Θεοῦ μονογενὴς υἱὸς, κατὰ τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς, οὐδὲ περὶ ὀγδοάδος τὸν λόγον ἐμπεποίηται, ἀλλ' ἢ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Οὐδὲ γὰρ ὁ Λόγος κατ' αὐτοὺς προηγουμένως σὰρξ γέγονε. Λέγουσι δὲ τὸν Σωτῆρα ἐνδύσασθαι σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον ἀῤῥήτῳ προνοίᾳ, πρὸς τὸ ὁρατὸν γενέσθαι, καὶ ψηλαφητόν. Σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ Θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ Θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. Καὶ λέλυται αὐτῶν ἡ πρώτη καὶ ἀρχέγονος ὀγδοάς. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου, καὶ Μονογενοῦς, καὶ Ζωῆς, καὶ Φωτὸς, καὶ Σωτῆρος, καὶ Χριστοῦ, καὶ Υἱοῦ Θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, λέλυται ἡ τῆς ὀγδοάδος σκηνοπηγία. Ταύτης δὲ λελυμένης, διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν ψευδῶς ὀνειρώττοντες κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες, μεταφέρουσι, καθὼς προειρήκαμεν, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὅμοια ποιοῦντες τοῖς ὑποθέσεις τὰς τυχούσας αὐτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων μελετᾷν αὐτὰς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπ' ἐκείνης τῆς ἐξ ὑπογυίου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι, καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ' οὕτως Ὅμηρος εἴη πεποιηκώς. Ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅδῃ κύνα πεμπόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως· (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης ἐπιχειρήσεως τοῖς ἀμφοτέροις.) Ὡς εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα Φῶθ' Ἡρακλῆα, μεγάλων ἐπιΐστορα ἔργων, Εὐρυσθεὺς, Σθενέλοιο πάϊς Περσηϊάδαο Ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο. Βῆ δ' ἴμεν, ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς, Καρπαλίμως ἀνὰ ἄστυ· φίλοι δ' ἀνὰ πάντες ἕποντο, Νύμφαι τ' ἠΐθεοί τε, πολύτλητοί τε γέροντες, Οἶκτρ' ὀλοφυρόμενοι, ὡσεὶ θάνατόνδε κίοντα. Ἑρμείας δ' ἀπέπεμπεν, ἰδὲ γλαυκῶπις Ἀθήνη· Ἤιδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν, ὡς ἐπονεῖτο. Τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων, καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; Ὁ δ' ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται, suppl. μὲν τὰ ἔπη, τὴν δ' ὑπόθεσιν οὐκ ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος. Ἄρας δὲ αὐτὰ, καὶ ἓν ἕκαστον ἀποδοὺς τῇ ἰδίᾳ, ἐκποδὼν ποιήσει τὴν ὑπόθεσιν. Οὕτω δὲ καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, ὃν διὰ τοῦ βαπτίσματος εἴληφε, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα, καὶ τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην αὐτῶν οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ, γυμνώσει καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. Ἐπεὶ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ ἀπολύτρωσις, ἵνα τις τὸν μῖμον αὐτὸν l. αὐτῶν περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, l. ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδεῖξαι πρότερον, ἐν οἷς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς