τὴν παρακοὴν ἐκβεβλῆσθαι μόνην, οὐ μὴν εἰδότες διότι καὶ θεοὺς μὴ ὄντας ἐπείσθησαν εἶναι, τὸ τῶν θεῶν ὄνομα καὶ τοῖς μετὰ ταῦτα ἐξ αὐτῶν γενομένοις ἀνθρώποις παρέδοσαν. Aὕτη τοίνυν πρώτη περὶ θεῶν ψευδὴς φαντασία, ἀπὸ τοῦ ψεύ στου πατρὸς τὴν ἀρχὴν ἐσχηκυῖα. Eἰδὼς τοίνυν ὁ θεὸς τὴν τῆς πολυθεότητος μὴ ἀληθῆ δόξαν ὥσπερ τινὰ νόσον τῇ τῶν ἀνθρώπων ἐνοχλοῦσαν ψυχῇ, ἀνελεῖν καὶ ἀνατρέψαι βουλόμε νος, πρῶτον μὲν τῷ Μωϋσεῖ φανεὶς ἔφη πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. Ἔδει γάρ, οἶμαι, τὸν ἄρχοντα καὶ στρατηγὸν τοῦ τῶν Ἑβραίων γένους ἔσεσθαι μέλλοντα πρῶτον ἁπάντων τὸν ὄντα γινώσκειν θεόν. ∆ιὸ καὶ τούτῳ πρώτῳ φανείς, ὡς ἦν δυνατὸν ἀνθρώπῳ φανῆναι θεόν, ἔφη πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. Eἶτα, ἀποστέλλειν αὐτὸν πρὸς τοὺς Ἑβραίους μέλλων, κἀκείνοις αὐτὸν τὰ αὐτὰ προστάττει λέγειν· Ὁ ὢν ἀπέ σταλκέ με πρὸς ὑμᾶς. Ταῦτα τοίνυν ἐν Aἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θεόν, μνη μονεῦσαι παρ' Ἀθηναίοις οὐκ ἀσφαλὲς ἡγεῖτο, δεδιὼς τὸν Ἄρειον πάγον, τὸ δὲ καλῶς εἰρημένον ὑπ' αὐτοῦ οὐχ ὡς παρ' ἐκείνου μαθών, ἀλλ' ὡς ἑαυτοῦ ἐκτιθέμενος δόξαν ἐν τῷ ἐσπου δασμένῳ αὐτοῦ λόγῳ Τιμαίῳ, ἐν ᾧ καὶ θεολογεῖν ἐπιχείρει, τὸ αὐτὸ ὃ καὶ περὶ θεοῦ Μωϋσῆς γέγραφεν. Ἔφη γάρ· Ἔστιν οὖν κατ' ἐμὴν δόξαν διαιρετέον πρῶτον, τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. Τοῦτο, ὦ ἄνδρες Ἕλληνες, τοῖς νοεῖν δυναμένοις οὐ δοκεῖ ἓν καὶ ταὐτὸν εἶναι, τῷ ἄρθρῳ μόνῳ διαλλάττον; Ὁ μὲν γὰρ Μωϋσῆς ὁ ὢν ἔφη, ὁ δὲ Πλάτων τὸ ὄν. Ἑκάτερον δὲ τῶν εἰρημένων τῷ ἀεὶ ὄντι θεῷ προσήκειν φαίνεται· αὐτὸς γάρ ἐστι μόνος ὁ ἀεὶ ὤν, γένεσιν δὲ μὴ ἔχων. Τί τοίνυν ἐστὶν ἕτε ρον τὸ τῷ ἀεὶ ὄντι ἀντιδιαστελλόμενον, περὶ οὗ αὐτὸς ἔφη· Καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ἀκριβῶς σκο πεῖν προσήκει. Eὑρήσομεν γὰρ αὐτὸν σαφῶς καὶ φανερῶς τὸν μὲν ἀγένητον ἀΐδιον εἶναι λέγοντα, τοὺς δὲ γενητοὺς ἢ δη μιουργητοὺς (ὡς αὐτὸς περὶ τῶν αὐτῶν εἰρῆσθαι ἔφη· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός) γινομένους καὶ ἀπολλυμένους. Oὕτω τοῦτο γὰρ αὐτὸς λέγει· Ἔστιν οὖν κατ' ἐμὴν δόξαν πρῶτον διαιρετέον, τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν νοήσει μετὰ τοῦ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δ' αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὂν δὲ οὐδέποτε. Ταῦτα τὰ ·ητὰ τοῖς ὀρθῶς νοεῖν δυναμένοις ἀναίρεσιν καὶ ἀπώλειαν τῶν γενομένων κηρύττει θεῶν. Ἀναγ καῖον δὲ οἶμαι καὶ τούτῳ προσέχειν τὸν νοῦν, ὅτι οὐδὲ ποιητὴν αὐτὸν ὁ Πλάτων ἀλλὰ δημιουργὸν ὀνομάζει θεῶν, καίτοι πολλῆς διαφορᾶς ἐν τούτοις οὔσης κατὰ τὴν αὐτοῦ Πλάτωνος δόξαν· ὁ μὲν γὰρ ποιητής, οὐδενὸς ἑτέρου προσδεόμενος, ἐκ τῆς ἑαυτοῦ δυνάμεως καὶ ἐξουσίας ποιεῖ τὸ ποιούμενον, ὁ δὲ δημιουργός, τὴν τῆς δημιουργίας δύναμιν ἐκ τῆς ὕλης εἰλη