μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου. Eἰ οὐ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου, οὐδὲν ἄρα ἄπειρον ἀγένητον. Eἰ δὲ πᾶν ἄπειρον γενητόν, γενητὰ ἄρα καὶ τὰ ἄλλα πάντα ἐν οἷς λέγεται εἶναι τὸ ἄπειρον. Eἰ τὸ συμβαῖνον τῷ ἀπείρῳ ἐξ ἀνάγκης συμβαίνει κκείνοις ἐν οἷς ἐστιν ἡ ἀπειρία, συμ βαίνει δὲ τῷ ἀπείρῳ τὸ γενέσθαι καὶ τὸ εἶναι ἠργμένον, γε νητὸς ἄρα ὁ χρόνος καὶ ἠργμένος· ὡσαύτως δὲ καὶ ἡ κίνησις, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός. κγ. Ἐκ τοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας. Τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι. Πῶς οὖν ἡ ὕλη μηδὲν οὖσα, μήτε οὖσα μήτε ὂν μήτε τόδε τι; κδ. Ἐκ τοῦ αὐτοῦ λόγου. ∆όξειε δ' ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν, ποιήσας πρῶ τον τὸ χάος. Λέγει γοῦν Πάντων μὲν πρώτιστα χάος γέ νετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος", ὡς δέον πρῶτον ὑπάρ ξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ. Eἰ δέ ἐστι τοιοῦτον, θαυ μαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προτέρα πάν των· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο τῶν ἄλλων ἀνάγκη πρῶτον εἶναι. Eἰ τοίνυν πρῶτος ὁ τόπος καὶ ὕστερα τὰ ἐν τῷ τόπῳ φυσικῇ ἀνάγκῃ, καθὼς εἶπεν ὁ Ἡσίοδος καὶ ὁ Ἀριστοτέλης προσεμαρτύρησε τῇ τοῦ λόγου ὀρθότητι, πῶς οὐκ ἔστι τῶν ἀδυνάτων τὸ τὸν ὄντα ἐν τῷ τόπῳ οὐρανὸν λέγειν ἀγένητον; Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ λέγειν πρὸ τοῦ ἀγενήτου εἶναι τὸ γενητόν. κε. Ἐκ τοῦ αὐτοῦ λόγου. Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ ἡ κίνησις ἦν ἡ κατὰ τὸν τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν οἰόμεθα μάλιστα ἐν τῷ τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει. Eἰ ἀδύνατόν ἐστι τὸ ἀγένητον πρὸς τὸ εἶναί τε καὶ πρὸς τὸ κινηθῆναι δεῖσθαι τοῦ κινητοῦ, ἀδύνατον ἄρα τὸν οὐρανὸν εἶναι ἀγένητον· ἐπιδέεται γὰρ τοῦ τόπου πρὸς τὸ εἶναί τε καὶ πρὸς τὸ κινηθῆναι. κ. Ἐκ τοῦ αὐτοῦ λόγου. Μέγεθος μὲν γὰρ ἔχει ὁ τόπος, σῶμα δὲ οὐθέν. Eἰ μὲν πεπερασμένα ἔχει ὁ τόπος τὰ διαστήματα καὶ τὸ μέγεθος, γενητὸς ἄρα ὁ τόπος· εἰ δὲ ἄπειρα, ἢ ἄρα δυ νάμει ἢ ἐνεργείᾳ. Ἀλλὰ εἰ μὲν δυνάμει, ἔστι γενητὸς ἄρα ὁ τόπος, ὥσπερ ὁ χρόνος καὶ ὁ τοῦ χρόνου ἀριθμός· εἰ δὲ ἐνεργείᾳ, ψευδὴς ἄρα ὁ λόγος ὁ λέγων μηδὲν ἐνεργείᾳ δύνα σθαι εἶναι ἄπειρον. Eἰ κατὰ μὲν πρόνοιάν τινός ἐστιν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, γενητὸς ἄρα ὁ τόπος καὶ τῆς