Ἀπόκρισις. Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως· Ἐάν, φησίν, ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, τὸν μὲν ἄνδρα ἀποκτείνατε, τὴν δὲ νεά νιδα μὴ ἀποκτείνητε. Ὃν γὰρ τρόπον ἐπάταξεν ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ πατάσσων αὐτὸν οὐχὶ παρῆν ὁ βοηθῶν, οὕτως ἐγένετο τὸ πρᾶγμα τοῦτο. Καὶ ἐβόησεν ἡ νεᾶ νις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. Oὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοίμησιν τῇ βεβιασμένῃ ἀναιρέ σει, εἰ ἦν ὁ θάνατος ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαράβατον. Ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὐ τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκίου προσετέθησαν χρόνοι ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πά θους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος. Ἐρώτησις λδ. Eἰ, καθώς τινές φασιν, ὁ κατακλυσμὸς ἐν παντὶ τόπῳ τῆς γῆς οὐ γέγονεν, ἀλλ' ἐν ᾧ οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων δεκατέσσαρας πήχεις; Ἀπόκρισις. Oὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς ἐγένετο, τῶν λοιπῶν τόπων τῆς γῆς. Ἐρώτησις λε. Eἰ τῶν ἀλόγων ἁπάντων δημιουργός ἐστιν ὁ θεός, διὰ τί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; Καὶ πάλιν διὰ τί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν, ἐν τοῖς κακοῖς τέτακται, καὶ τὸ διχηλοῦν μὲν τὴν ὁπλήν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖ ρος, ἐν τοῖς μὴ καθαροῖς λελόγισται; Καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; Καὶ τὰ πετεινὰ διὰ τί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόν των καὶ πραττόντων; Ἀπόκρισις. Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῶα καὶ καλὰ ὑπὸ τοῦ θεοῦ ἐξ ἀρχῆς γεγονότα κατὰ τὸ εἰρημένον· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· καὶ τῆς θείας τετυχηκότα εὐλογίας λεγούσης· Aὐξάνεσθε καὶ πληθύνεσθε. Ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεὸς ὥσπερ ἐν πᾶσι τοῖς ἐσθιομέ νοις ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δουλείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζώων καὶ πετεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν καὶ τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνόμασεν, ὧν τὴν βρῶ σιν αὐτοὺς ἀπεῖργε. Καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα λέ γονται· καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νό μον. Ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Aἰγύπτῳ τότε πάντα τὰ ζῶα