15
Ἔπειτα δὲ καὶ καταγραφῆναι πάσας οἰκίας καὶ εἴ τι προσῆν ἕτερον τῇ πόλει προστάττει, καὶ χωρὶς μὲν τὰ τῶν παρόντων, χωρὶς δὲ τὰ τῶν ἀπόντων ἀριθμηθῆναι. Βουλὴν γὰρ ἐνενόησεν ἢ ἐδέξατο τὰς μὲν τῶν παρόντων καταλιπεῖν ἔχειν τοὺς τούτων δεσπόσαντας, εἰ καὶ μὴ καθαρῶς οὕτως ἐξέβη, τὰ δέ γε τῶν ἀπόντων, ζώντων καὶ τεθνηκότων, τὰ μὲν τηρεῖσθαι τοῖς εἰσέπειτ' ἐλευσομένοις, τὰ δὲ Τούρκοις δοθῆναι τοῖς ᾑρημένοις ἢ βιασθεῖσιν ἐνοικῆσαι τῇ πόλει, καθάπερ καὶ γέγονεν. Ἐπεὶ δὲ κατεγράφησαν μὲν μετὰ πολλῆς τῆς ἐπιμελείας ἅπαντα τὰ τῆς πόλεως, ἐνίων ἐκ τῶν ἡμετέρων πρὸς τοῦτ' ἐπιτηδείων ὀφθέντων, οἳ καὶ τουτ' ὤδινον ἐκ σκαιοτάτης, οἶμαι, γνώμης καὶ φθονερᾶς, ἠρίθμηντο δὲ μετὰ πολλῆς ἀκριβείας καὶ διασκέψεως καὶ διχῇ κατὰ τοὐπίταγμα διῃρέθησαν, τότε δὴ τὰς μὲν τῶν μονῶν, ὅσαι δὴ μείζους καὶ πρὸς κάλλος φαιδρότεραι, τοῖς οἰκείοις αὐτῷ καὶ οὖσιν ἐν ἀξιώμασιν ἐδωρήσατο, ὁμοίως δὲ καὶ τῶν οἰκιῶν, ὅσαι δὴ καλλίους ἦσαν τῶν ἄλλων εἴς τε κάλλος καὶ μέγεθος, μόνους ἡμῖν τοὺς τέσσαρας νεώς, οἳ καὶ καθολικοὶ λέγονται, καταλελοιπώς, πολλὴν τὴν σπουδὴν ὑπὲρ τούτων τοῦ ποιμένος εἰσενεγκόντος. Τὰς δέ γε λοιπὰς ἁπάσας οἰκίας καὶ τοὺς νεὼς σχεδὸν πάντας διωρίσατο τοῖς τ' ἀπ' ἄλλων τόπων ἐθελήσασιν ἴσως τὴν πόλιν, ἀνθ' ἦς οἰκοῦσιν, ἑλέσθαι παρασχεθῆναι καὶ τοῖς ἀπὸ τῶν Γενητζῶν ἀπαναστάσι Τούρκοις. Τόπος δ' οὗτός ἐστι πεδιὰς ὅλος, ἡμέρας ὁδὸν ἀπὸ τοῦ κατὰ δύσιν μέρους ἀπέχων τῆς πόλεως, εἴτε τῇ τούτου ἐπιτηδειότητι εἴτε σπουδῇ τοῦ τοῦτον ἀρχῆθεν ἐκλεξαμένου πρὸς οἴκησιν πολλοὺς ἐσχηκὼς οἰκήτορας Τούρκους, ὃν δὴ τόπον καὶ οὐκ οἶδ' ὅπως ἐπὶ θέαν καὶ ζώων ἀγρίων θήραν ὁ Μουράτης ἐκεῖσε, καθ' ὃν καιρὸν ἐνεδήμει τῇ πόλει, γενόμενος, σχεδὸν τῶν ἐνοικούντων καθίστησιν ἔρημον, ἀπανίστασθαι τούτους τὸ τάχος κελεύσας καὶ μετοικεῖν εἰς Θεσσαλονίκην. Ὃ δὴ πρόσταγμα καὶ μετὰ σπουδῆς οἱ πρὸς αὐτὸ τεταγμένοι πεπληρωκότες ἐφάνησαν μηδὲν μελλήσαντες μετὰ τὴν τούτου ἀποδημίαν, πάντας δὲ τοὺς αὐτόθι Τούρκους, ἐκεῖσε γενόμενοι καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ εἰς Θεσσαλονίκην ἀγηοχότες καὶ οἰκίας ἑτέρας, ἀνθ' ὧν εἶχον, παρεσχηκότες κατὰ τὸ πρόσταγμα. Ἄμφω γοῦν, οἶμαι, ταῦθ' ὁ Μουράτης ἐσκέψατο καὶ τοῦθ' οὕτω γενέσθαι προσέταξεν, ἵν' ἀσφάλειαν ἡ πόλις ἔχῃ καὶ φυλακὴν ἀκριβεστέραν ἐκ τούτου, παράλιος οὖσα καὶ διὰ τοῦτο δεομένη πολλῶν ἐνοικούντων καὶ ἵνα τὴν ἀγορὰν πλήθουσαν ἔχουσα τῶν ὠνίων ἁπάντων εἰς αὐτὴν εἰσκομιζομένων πάντας ἕλκῃ παρ' ἑαυτῇ, πραγματειῶν καὶ συναλλαγμάτων ἁπάντων μεταδιδοῦσα τοῖς χρῄζουσι καὶ ἑαυτὴν ῥᾳδίως πλουτίζουσα.]
21 [Τούτων οὖν οὕτω προβάντων καὶ τῶν Τούρκων εἰς χιλίους ἀριθμουμένων τὴν πόλιν κατειληφότων καὶ πάντων οἰκίας καὶ ναοὺς ἀντὶ οἰκιῶν εἰληφότων καὶ ἀναμεὶξ κατὰ πᾶσαν τὴν πόλιν λαχόντων τὴν οἴκησιν, ἡ πόλις ὥσπερ τινὰ πενθήρη χιτῶνα τὴν ἀκοσμίαν περιεβάλετο, τῆς εὐπρεπείας, ἧς ἂν ἔτυχε τῆς κακῆς συμβουλῆς μὴ χώραν εὑρούσης, ἀφῃρημένη καὶ τὸν στολισμόν, ὃν οὐκ εἰς μακρὰν ἔσχεν ἄν, δυστυχῶς ἄγαν ἀποβαλοῦσα καὶ στένουσα, οἷον μετ' οἰμωγῆς, ὅτι μὴ σεισμὸς ταύτην συνέχωσεν ἢ πῦρ παρανάλωσεν ἢ ὕδωρ ἀναδοθὲν ἢ νεφελόθεν ῥαγὲν συνεκάλυψε καὶ κατέκλυσε· τοῦτο γὰρ ἀνεκτότερον, ἐπεὶ τοί γε βέλτιον τοῦ τοιαύτην ὁρᾶσθαι τὸ μηδ' ὁπωστοιοῦν ἐπὶ γῆς ἑστάναι. Οἱ μὲν οὖν τῶν ἱερῶν οἴκων εἰς κοινὰ καταγώγια μετημείφθησαν, ὥσπερ εἰρήκειμεν, καὶ τὸ προφητικὸν εἰπεῖν, «ἐν πελέκει καὶ λαξευτηρίῳ τὰ θυσιαστήρια τοῦ θεοῦ καταβέβληντο», οἱ δὲ λείψανα μόνον τοῦ πρώτου κάλλους αὐτῶν καὶ τῆς θέσεως ἀποσώζουσιν, ἔνιοι δέ, καὶ μᾶλλον οἱ πλείους, καταπεπτώκεσαν τέλειον, ὡς μηδὲ ποῦ ποτ' ἦσαν γνωρίζεσθαι· διηρπάγησαν γὰρ αἱ τούτων ὕλαι καὶ κτίσμασιν ἄλλοις προσετέθησαν καινοτέροις καὶ μάλιστά γε τῷ νῦν ἐπὶ μέσης τῆς πόλεως ὁρωμένῳ καὶ κοινῷ βαλανείῳ. Καὶ μονονουχὶ τῶν γηραιοτέρων ἔξεστιν ἀκούειν ἀνδρῶν ὡς ὧδε μὲν ἦν ὁ νεὼς ὁ δεῖνα,