15
ἐκήρυττον, ὅτι ἑκάτερος τῶν ἀριθμῶν οἰκειότατος τοῖς φωσίν. ὅτι ὁ Λαβεών φησι τὸν Ἰανουάριον καὶ Φεβρουάριον, Ἀπρίλλιόν τε καὶ Ἰούνιον, Σεξτίλιον Σε πτέμβριον ἀπὸ ἐννέα καὶ εἴκοσιν ἡμερῶν τὸ πάλαι λαχεῖν, Μάρτιον δὲ καὶ Μάϊον, Κυντίλλιόν τε καὶ Ὀκτώβριον ἀπὸ μιᾶς καὶ τριάκοντα, ὅθεν τοὺς ἀπὸ ἐννέα καὶ εἴκοσι ἡμερῶν ἕλκοντας πεμπταίας ἔχειν τὰς Νώνας ὡς σεληνιακούς, τοὺς δὲ ἀπὸ μιᾶς καὶ τριάκοντα ἑβδομαίας ὡς ἡλιακούς· τὸν δὲ Φεβρουάριον ἐπίτηδες τοὺς Θούσκους ἐλαττῶσαι, ἐπειδὴ ταῖς τῶν καταχθονίων ἑορταῖς φαίνεται πρὸς τοῦ ἱερέως Νουμᾶ παραχωρηθεὶς καὶ οὐ θεμιτὸν ἦν, ἴσα τοῖς οὐρανίοις αὐτὸν τιμᾶσθαι, μειωθῆναι δὲ μᾶλλον τὸν τοῖσδε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἀφωρισμένον, ὅθεν καὶ πάντων τῶν μηνῶν τὸν περιττὸν ἀριθμὸν ἑλκόντων μόνος ὁ Φεβρουάριος τὸν ἄνισον φαίνεται λαχών. ὁ δὲ ἀριθμὸς οὗτος τῆς ὕλης, καὶ δι' αὐτὴν τὸν δυαδικὸν ἀριθμὸν ἐπὶ τῶν ἑορτῶν οἱ Ῥωμαῖοι ἀποφράζονται, σεκοῦνδον αὐτὸν οἱονεὶ εὐτυχῆ πατρίως καλοῦσι κατ' εὐφημισμόν, ὡς Εὐμενίδας καὶ Ἀδράστειαν καὶ Πάρκας κατ' αὐτοὺς τὰς μηδενὸς φειδομένας Μοίρας. ἀπὸ δὲ τῶν Νωνῶν καὶ αὐτῶν ἕως τῶν Εἰδῶν καὶ αὐτῶν μόνας ἐννέα μέσας παρετηρήσαντο, ὅτι οἰκειότατος καὶ προσφυὴς ὁ ἐννέα ἀριθμὸς τῇ σελήνῃ· οὗτος γὰρ ἑαυτὸν γεννᾷ κατὰ Ξενοκράτην. ἀόριστος γὰρ ἡ ἄχρις ἐννεάδος πρόβασις καὶ πλήθει σύνοικος. τὴν μὲν οὖν νεομηνίαν ἔλεγον Καλένδας, τὴν δὲ δευτέραν τοῦ μηνὸς πρὸ τεσσάρων ἢ πρὸ ἕξ, ὡς εἴρηται, Νωνῶν-ἔστω δὲ τὸ παράδειγμα ὥσπερ ὅταν πεμπταῖαι ὦσιν αἱ Νῶναι-τὴν δὲ τρίτην πρὸ τριῶν Νωνῶν, τὴν δὲ τετάρτην πρὸ μιᾶς Νωνῶν διὰ τὸ ἀποφράζεσθαι τὴν δυάδα, τὴν πέμπτην Νώνας, τὴν ἕκτην πρὸ ὀκτὼ Εἰδῶν, τὴν ἑβδόμην πρὸ ἑπτὰ Εἰδῶν, τὴν ὀγδόην πρὸ ἓξ Εἰδῶν, τὴν ἐννάτην πρὸ πέντε Εἰδῶν, τὴν δεκάτην πρὸ τεσσάρων Εἰδῶν, τὴν ιαʹ πρὸ τριῶν Εἰδῶν, τὴν ιβʹ πρὸ μιᾶς Εἰδῶν, τὴν ιγʹ Εἰδούς· τὴν ιδʹ, εἰ μὲν πεμπταῖαι ἦσαν αἱ Νῶναι καὶ ὁ μὴν ἡμερῶν λʹ, πρὸ ιηʹ Καλενδῶν τοῦ ἐπιόντος μηνός, εἰ δὲ πεμπταῖαι μὲν αἱ Νῶναι καὶ ὁ μὴν ἡμερῶν λαʹ, πρὸ ιθʹ Καλενδῶν ὁμοίως· εἰ δὲ αἱ Νῶναι μὲν ἑβδομαῖαι καὶ ὁ μὴν λαʹ ἡμερῶν, τὴν ιεʹ πρὸ ιζʹ Καλενδῶν ὁμοίως. ἐπὶ δὲ τοῦ Φεβρουαρίου μόνου τὴν ιδʹ πρὸ ιςʹ Καλενδῶν Μαρτίων καὶ καθεξῆς καθ' ὑπόβασιν τοῦ ἀριθμοῦ τῶν Καλενδῶν. ἡνίκα δὲ ἂν βίσεξτον ᾖ, τὴν κεʹ καὶ τὴν κςʹ πρὸ ἓξ Καλενδῶν Μαρτίων ἔλεγον, ὃ καὶ εἴρηται. ἔχουσι δὲ ἑβδομαίας μὲν τὰς Νώνας Μάρτιος Μάϊος Ἰούλιος Ὀκτώβριος, πεμπταίας δὲ οἱ λοιποὶ πάντες. ἤρεσε δὲ ὅμως τῷ Καίσαρι καὶ μετὰ τὴν ἡλιακὴν τῶν μηνῶν διατύπωσιν τὰς σεληνιακὰς ἑορτὰς τοῖς μησὶ καταλεῖψαι. καὶ ταῦτα μὲν περὶ τῆς δοκούσης ἀνωμαλίας τῶν πεμπταίας καὶ ἑβδομαίας τὰς Νώνας ἐχόντων μηνῶν. 3.11 Ἑορτάζετο δὲ παρὰ τοῖς παλαιοῖς ἡ μὲν νεο μηνία εἰς τιμὴν Ἥρας, ἥτις ἐστὶ Σελήνη, αἱ δὲ Νῶναι εἰς ὄνομα ∆ιός, αἱ δὲ Εἰδοὶ πάλιν εἰς ὄνομα ∆ιός· ἐκάλουν δὲ νεομηνίαν τὴν πρώτην τῆς σελήνης καὶ ἑόρταζον αὐτῇ καὶ Ῥωμαῖοι καὶ Ἕλληνες, ἀλλ' οὐδὲ παρὰ Ἑβραίοις κατεφρονεῖτο, ὥς φησιν ὁ μελῳδός· «σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι.» χαλεπὸν δὲ οὐδὲν ἐκ τῶν τοῖς ἀρχαίοις εἰρημένων διὰ βραχέων εἰπεῖν ὅ, τί ποτε ἄρα ἐστὶ νεομηνία καὶ τίνος χάριν παρὰ πᾶσι φαίνεται ἡ τῆς νεομηνίας δύναμις τιμωμένη, εἰ τἀληθὲς εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων ἐνθεωρουμένη. καὶ τούτου μάρτυς Ἀντίγονος, φάσκων τοὺς μύρμηκας ἐν ταῖς νεομηνίαις ἀναπαύεσθαι· ἀδύνατον οὖν ἰδεῖν μύρμηκα ἐν ταῖς νεομηνίαις ἐργαζόμενον, ὡς καὶ Ἀρχελάῳ εἴρηται. καὶ τίμιον τὸ τῆς νεομηνίας ὡς ἐλέγομεν ὄνομα ὡς αἴτιον ἀνανεώσεως τοῦ παντὸς αἰσθητοῦ· τῶν γὰρ ἐν αἰσθήσει πάντων ἐν αὐξήσει καὶ μειώσει τυγχανόντων τοιαύτη τις ὑπὸ τοῦ δημιουργοῦ διατετύπωται ἡ τῆς σελήνης φύσις συνέχουσα τὴν ὅλην αἴσθησιν· καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν ὑδάτων καὶ τῶν ἐν αὐτοῖς ζώων φύσεως καὶ ἐκ τῶν ἐν ἡμῖν χυμῶν·