συγκλητικῶν ποιησάμενος καὶ τὰς ἐτησίους δωρεὰς διανειμάμενος καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸν ἀντίπερα τῆς πόλεως 134 οἶκον τῶν Ἠρίων ἀπέπλευσεν. Ἐπισυνέβη γάρ τι καὶ ἕτερον πρὸς ἐκστρατείαν ἀναγκαίως καλοῦν αὐτόν. Ἀνὴρ γάρ τις Λατῖνος, Κρισπῖνος τὴν κλῆσιν, ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθὼν πρὸς τὴν ἑῴαν ἀπεστάλη χειμάσων ἐκεῖσε. ∆όξας δὲ μὴ τιμηθῆναι ἀξίως ὧν ἤλπιζεν, ἀποστασίαν ἐσκόπησε καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγους τε καὶ λοιποὺς σκυλεύει καὶ διαρπάζει, φόνον δὲ Ῥωμαίων οὐδένα εἰργάσατο. Πολλοὶ δὲ τούτῳ πρὸς μάχην συστάντες ἡττήθησαν. Ἐν δὲ τῷ θέματι τῶν Ἀρμενιακῶν παραχειμάζων ὁ βεστάρχης Σαμουὴλ ὁ Ἀλουσιάνος, ὁ Βούλγαρος, ἀδελφὸς ὢν τῆς τοῦ βασιλέως γυναικός, ἣν ἔτι ἰδιωτεύων ἠγάγετο, μετὰ τῶν ἑσπερίων πέντε ταγμάτων προσβάλλει τῷ Κρισπίνῳ ἐξ ἐφόδου κατ' αὐτὴν τὴν μεγάλην ἡμέραν τῆς Ἀναστάσεως, τοῦ Πάσχα φημί. Συναισθήσεως δὲ γενομένης τοῖς Φράγκοις φεύγουσιν οἱ Ῥωμαῖοι καὶ φόνος τούτων γίνεται πολὺς καὶ ζωγρία ἀμύθητος. Ὅμως δὴ οὖν φιλανθρώπως αὐτοῖς διατεθεὶς πάντας ἀφῆκε, μᾶλλον μὲν οὖν καὶ τοὺς πληγέντας νοσοκομεῖσθαι παρέδωκεν. Ἐν τῷ ∆ορυλαίῳ δὲ γενόμενος ὁ βασιλεὺς πρεσβείαν τοῦ Κρισπίνου ἐδέξατο, ὁμολογίαν τε τῆς δουλώσεως καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως φέρουσαν καὶ ἁπλῶς ἀμνηστίαν αἰτουμένην κακῶν τῶν παρ' αὐτοῦ πεπραγμένων εἴτε ἑκόντος εἴτε καὶ ἄκοντος. Ἧς ὑπήκουσεν ὁ βασιλεὺς καὶ πάντα, ὅσα ἐξῃτήσατο, κατεπράξατο τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τοὺς πολέμους ἐπίδοξον καταιδούμενος. Καὶ γὰρ ἐν τῷ τῆς ἀποστασίας καιρῷ Τούρκων ἐντυχὼν πληθύι πολλῇ μεγάλας ἀνδραγαθίας ἐκ χειρὸς ἀπειργάσατο. Καὶ προϊόντι τῷ βασιλεῖ δουλοπρεπῶς ἀπαντᾷ καὶ αὖθις ὡς εὔνους συνείπετο ὀλίγους τινὰς στρατιώτας ἐπαγόμενος· εἰάκει γὰρ τοὺς ἄλλους ἐν τῷ τοῦ Μαυροκάστρου πολίσματι, οὗ τὴν κατάσχεσιν ἐποιήσατο, ἐν τῷ Ἀρμενιακῷ ἐπὶ λόφου κειμένῳ ὑψηλοῦ. Μετ' ὀλίγον δὲ ὑπονοηθεὶς ὠμόν τι 135 διαπράξασθαι κατὰ τὴν οἰκείαν φυλήν, μὴ συναιρομένην αὐτῷ ἐν τοῖς βουλομένοις καὶ γὰρ ἄπιστον καὶ ἄπληστον τὸ γένος τῶν Φράγκων, μᾶλλον δὲ καὶ ἀχάριστον καὶ μικροῖς πταίσμασι μεγάλας ἐπεγεῖρον αἰτίας καὶ ταραχὰς καὶ ἀποστασίας, αἷς ὡς ἐντρυφήματι γάννυται-ἀπεπέμφθη τοῦ στρατοπέδου μὴ καθαρῶς μὲν ἐλεγχθεὶς, ἀλλ' ἢ μόνον παρὰ Νεμίτζου τινὸς ἐπισήμου κατηγορηθείς. Οἱ δὲ ἑταῖροι τούτου ἐπὶ τῷ γεγονότι δεινοπαθήσαντες, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν καταλαμβάνουσι καὶ πολλὰ κακὰ τοῖς ἐκεῖσε εἰργάσαντο. Ἐπεὶ δ' ὁ βασιλεὺς μετὰ πλήθους ἧκεν εἰς Καισάρειαν Τούρκων πλῆθος πολὺ μαθὼν λεηλατεῖν τὴν χώραν, ἀπέστειλε μέρος τι τῆς στρατιᾶς κατ' αὐτῶν. Μηδὲν δὲ ἀνύσαν, ἀλλὰ φεῦγον ὑποδεξάμενος συντεταγμένως τῆς πρόσω φερούσης εἴχετο. Μήπω δὲ μήτε τάφρου μήτε τῆς σκηνώσεως γενομένης ἐφάνησαν οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς λοφιάς. Βοῆς δὲ γενομένης, μὴ ἐκδεδωκότος τοῦ βασιλέως ἑαυτὸν ἀναπαύσει, ἀλλὰ τὸ ἐνυάλιον σαλπίσαντος προῄεσαν κατὰ τάξιν αἱ φάλαγγες.
Ἀρθέντων δὲ τῶν σημείων προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντα δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμενον, ἕτερον δὲ τῶν ἑσπερίων ἀριθμῶν καὶ τοῦ συνήθους θρασύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς φυγὴν εὐθὺς ἀπιδεῖν κατηνάγκασαν. Προβιβάζοντος δὲ τοῦ βασιλέως τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν πλῆθος τῶν πολεμίων τοῖς φεύγουσι συνδιέφυγε. Παριόντων δὲ τῶν στρατιωτῶν καὶ τοῦ μισθοφορικοῦ τῶν Σκυθῶν, τῶν Οὔζων φημί, λόχος τουρκικὸς οὐκ ὀλίγος τοῖς Ῥωμαίοις προσεπέλασεν· οὓς δεξάμενοι οἱ περιλειφθέντες εἰς φυλακὴν στρατιῶται, πρὸ πάντων δ' οἱ Φράγκοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκανῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδενὸς τῶν ἱσταμένων ταγμάτων 136 ῥωμαϊκῶν τοῖς Φράγκοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. Ἐν τούτῳ δ' ὑπέστρεψε καὶ ὁ βασιλεὺς τῆς διώξεως πρὸς ἑσπέραν· περὶ δείλην γὰρ