1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

15

Χριστόν φατε, τί μάτην μιᾶς αὐτὸν φύσεως μετὰ τὴν ἕνωσιν λέγετε; Εἰ δὲ πρὸ τῆς ἑνώσεως δύο φύσεων αὐτὸν φάσκοντες, μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἄντικρυς πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθε· πρὸ γὰρ τῆς ἑνώσεως ἤτοι τῆς θείας σαρκώσεως μιᾶς φύσεως ἁπλῆς ἤτοι τῆς θείας μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν. Ἢ τοίνυν παντελῶς τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε ἢ διφυᾶ πρὸ τῆς ἐκ παρθένου τὸν Χριστὸν σαρκώσεως λέξετε, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι. Ἡμεῖς γὰρ ἐν τῷ λιμένι τῆς εὐσεβείας ἱστάμενοι καὶ πᾶσαν αἱρετικῆς κακονοίας ἀποκρουόμενοι καταιγίδα ταῖς αὔραις τοῦ πνεύματος ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερυμνήτου τριάδος μίαν οὐσίαν, μίαν φύσιν θεότητος, τρεῖς δὲ τελείας τὰς ὑποστάσεις σέβομεν μηδεμίαν αὐτὰς πρὸς ἀλλήλας οὐσιώδη κεκτῆσθαι διαφορὰν ὁμολογοῦντες, πάσας δὲ κοινῶς καὶ ἑνιαίως καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ὁλικῶς τὰς θεωνυμίας ἐπὶ πάσης τῆς θεότητος ἐκλαμβάνομεν ἤτοι τῶν τριῶν ὑποστάσεων τὴν οὐσίαν εἴτ' οὖν φύσιν, τὴν κυριότητα καὶ τὴν ἁγιότητα, τὴν βασιλείαν, τὴν δύναμιν, τὴν ἐνέργειαν, τὴν θέλησιν, τὴν ἐξουσίαν, διακεκριμένως δὲ τὸ πατήρ, τὸ υἱὸς καὶ τὸ πνεῦμα γινώσκομεν, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, μόνον ἀγέννητον τὸν πατέρα εἰδότες, μόνον γεννητὸν τὸν υἱόν, μόνον ἐκπορευτὸν τὸ πνεῦμα τὸ ἅγιον, μὴ μεταπιπτούσης ἢ κινουμένης τῆς ἑκάστου ἰδιότητος, οὐ συμβεβηκότα ταῦτα γινώσκοντες- οὐδὲν γὰρ ἐπισυμβαίνει θεῷ, ἀλλὰ χαρακτηριστικὰ τῆς ἑκάστου ὑποστάσεως ἰδιώματα-, θεὸν τέλειον τὸν πατέρα, θεὸν τέλειον τὸν υἱόν, θεὸν τέλειον τὸ πνεῦμα τὸ ἅγιον, θεὸν καὶ θεὸν καὶ θεόν, ἀλλ' ἕνα τὰ τρία θεὸν σὺν ἀλλήλοις νοούμενά τε καὶ γινωσκόμενα, οὐ συναλειφόμενα εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν-ἄπαγε-, ἀλλ' εἰς ἓν αἴτιον τὸν πατέρα ἀναφερομένου υἱοῦ τε καὶ πνεύματος. Εἷς γὰρ θεός, ἐπειδὴ μία θεότης, οὐ τρεῖς δὲ θεοὶ ὥσπερ τρεῖς ἄνθρωποι· οὐδὲ γὰρ οὐσίᾳ τέμνονται, οὐ δυνάμει χωρίζονται, οὐ τόπῳ, οὐκ ἐνεργείᾳ, οὐ βουλήσει μερίζονται, ἀνεκφοίτητον ἔχοντες τὴν ἐν ἀλλήλοις ἵδρυσίν τε καὶ περιχώρησιν. Ποῦ γὰρ ἔσονται μὴ ἐν ἀλλήλοις μένοντα; Περιγραπτὸν γὰρ ἂν εἴη οὕτως ἑκάτερον. Εἷς οὖν θεὸς ἐκ τριῶν τελείων τῶν ὑποστάσεων, ἵνα μὴ σύνθετος ἐξ ἀτελῶν φύσις νομίζοιτο, μία δὲ ἐκ τριῶν τελείων ἁπλῆ καὶ ἀσύνθετος, ὑπερτελὴς καὶ προτέλειος. 79 Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας καὶ πᾶσαν ὑπεραιρούσης κατάληψιν ὁμολογοῦμεν τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ εὐδοκίᾳ τοῦ πατρὸς σεσαρκῶσθαι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου. Καὶ δύο αὐτοῦ τὰς γεννήσεις σέβομεν, μίαν τὴν προαιώνιον καὶ ἀίδιον ἀναιτίως ἐκ πατρὸς ἄνευ μητρὸς καὶ μίαν τὴν ἐκ παρθένου μητρὸς ἄνευ πατρὸς διὰ τὴν ἡμετέραν σωτηρίαν, οὔτε τὸν πατέρα σεσαρκῶσθαι καὶ γεγεννῆσθαι λέγοντες οὔτε τὸ πνεῦμα τὸ ἅγιον· ἡ γὰρ ἰδιότης ἀκίνητος τῆς υἱότητος. Υἱὸς οὖν ὑπάρχων υἱὸς πάλιν γέγονεν· υἱὸς γὰρ ὢν τοῦ θεοῦ καὶ πατρὸς υἱὸς ἀνθρώπου ἐγένετο ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος. Ὑπόστασις γὰρ ὑπάρχων ἐνούσιος φύσιν ἀνέλαβεν ἐνυπόστατον ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος. Ἐνυπόστατον δέ φαμεν, οὐχ ὡς ἰδιοσυστάτως ὑπάρξασαν οὐδ' ὡς ἰδίαν ἐσχηκυῖαν ὑπόστασιν, ἀλλ' ἐν τῇ τοῦ λόγου ὑποστάσει ὑπάρξασαν. Ἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική, οὐδαμῶς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· μεμένηκε γὰρ τὰ ἐξ ὧν ὁ εἷς Χριστός τε καὶ κύριος ἄτρεπτα καὶ ἀμετάβλητα, ἀλλ' εἰς μίαν ὑπόστασιν σύνθετον συνδραμουσῶν ἀσυγχύτως καὶ ἀδιαιρέτως· καθ' ὑπόστασιν γὰρ τὴν ἕνωσιν δογματίζομεν. Ἡ δὲ καθ' ὑπόστασιν ἕνωσις καὶ τῶν συνελθουσῶν οὐσιῶν φυλάττει τὴν διαφορὰν καὶ τοῦ προσώπου τηρεῖν οἶδε τὴν