1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

15

Παῦλον καὶ Ἰωάννην καὶ γεγονέναι ἄνθρωπον καὶ τεθνάναι, τὸν καθ' ἕκαστα δηλονότι, καὶ τοῦ κοινοῦ λόγου τῆς τοῦ ἀνθρώπου φύσεως ὡσαύτως ἔχοντος. Καὶ τοῦτο δὲ πάλιν εὔλογον προδιαστείλασθαι, ὡς τὸ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως ὄνομα πολλάκις μὲν τῆς αὐτῆς ἐστι παρ' ἡμῖν σημασίας δηλωτικόν, ὡσεὶ καὶ ξίφος τις τὸ αὐτὸ καλοίη καὶ μάχαιραν. Οὕτω γοῦν ἐπὶ τῆς ἁγίας τριάδος ἀδιαφόρως πρόσωπά τε τρία καὶ ὑποστάσεις τρεῖς προσαγορεύομεν, τῷ ἐκ παραλλήλου τρόπῳ δι' ἑκατέρου ταυτὸν σημαίνοντες. Πολλάκις δὲ τὸ πρόσωπον τῆς ὑποστάσεως διακρίνουσι, πρόσωπον καλοῦντες τήν τινων σχέσιν πρὸς ἄλληλα, οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ προσώπου τὸ σημαινόμενον· φαμὲν γὰρ τὸ ἐμὸν ἀνειληφέναι πρόσωπον τὸν δεῖνα, καὶ εἰς πρόσωπον τοῦδε τὴν δίκην εἰσαγαγεῖν τὸν δεῖνα, καὶ τὸν ὕπαρχον δὲ πρόσωπον ἔχειν τοῦ βασιλέως λέγομεν. Ἔνθεν καὶ οἱ τῶν Νεστορίου δογμάτων κατήκοοι οὔτε φύσιν μίαν ἐπὶ Χριστοῦ οὔτε ὑπόστασιν λέγειν ἀνεχόμενοι, ἐπεὶ μήτε τῶν φύσεων μήτε τῶν ὑποστάσεων καθ' αὑτὰς πρεσβεύουσιν ἕνωσιν, ἄνθρωπον δὲ εἶναι τὸν ἐκ Μαρίας ψιλὸν ὑποτίθενται, ὅλην ἐν ἑαυτῷ τὴν θείαν χωρήσαντα ἔλλαμψιν καὶ ταύτῃ τῶν ἄλλων ἁπάντων θεοφόρων ἀνθρώπων διαφέροντα, μερικωτέρας ἐν ἐκείνων ἑκάστῳ τῆς θείας γενομένης ἐλλάμψεως, ὅμως θαρρούντως ἓν εἶναι τοῦ Χριστοῦ τὸ πρόσωπον διισχυρίζονται, τὴν σχέσιν τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον μίαν οὖσαν πρόσωπον ἓν λέγοντες, ἐπεὶ πᾶσαν ἐκεῖνος τὴν θείαν οἰκονομίαν εἰς πρόσωπον ἐποιεῖτο τῆς τοῦ λόγου θεότητος. Ὅθεν δικαίως καὶ τὴν εἰς τὸν ἄνθρωπον ὕβριν εἰς θεὸν ἀναφέρεσθαι, ἐπεὶ καὶ ἡ ἐκ τῶν ὑπηκόων εἰς τὸν ὕπαρχον γινομένη τιμή τε καὶ ὕβρις εἰς αὐτὸν ἀναφέρεται τὸν βασιλέα. Ταύτης γοῦν τῆς σχέσεως καὶ τὴν Χριστός προσηγορίαν κυρίως δηλωτικὴν εἶναί φασιν, ὅθεν καὶ Χριστὸν ἕνα καλεῖν ἀξιοῦσιν, ἐπεὶ καὶ ἡ σχέσις, ὡς εἴρηται, μία, κἂν πλείονα εἴη τὰ ταύτης μετέχοντα. ∆ῆλον οὖν οἶμαι τοῖς εὐσεβοῦσι περὶ τὴν τοῦ σωτῆρος ἐνανθρώπησιν, ὡς ἓν εἶναι τοῦ Χριστοῦ τὸ πρόσωπον λέγοντες ἡμεῖς οὐχ, ὡς τοῖς Νεστορίου φίλοις ἔδοξεν, ἐπ' αὐτῆς ψιλῆς τῆς σχέσεως τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον τὸ τοῦ προσώπου φέρομεν ὄνομα, ἀλλ' ἐκ παραλλήλου τῇ τῆς ὑποστάσεως καὶ τῇ τοῦ προσώπου προσηγορίᾳ χρώμεθα, οὕτω λέγοντες ἓν εἶναι τὸ Χριστοῦ πρόσωπον, ὡς ἀνθρώπου μίαν ὑπόστασιν, Πέτρου τυχὸν ἢ Παύλου. Προδιηγείσθω δὲ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὡς εἰ καὶ τὰ μάλιστα μηδὲ τὸν τυχόντα χρόνον χωρὶς τῆς πρὸς τὸν λόγον ἑνώσεως τὸ ἀνθρώπινον ὑπέστη τοῦ Χριστοῦ, ἀλλ' ἅμα τε τὴν ἀρχὴν τῆς εἰς τὸ εἶναι παρόδου καὶ τὴν πρὸς τὸν λόγον ἀνείληφεν ἕνωσιν, ἀλλ' οὐκ ἀνυπόστατον εἶναί φαμεν τὴν φύσιν ἐκείνην, εἴπερ ἰδιοσύστατον εἶχε παρὰ τοὺς λοιποὺς ἀνθρώπους καὶ ἰδιοπερίγραφον τὴν ὕπαρξιν ἰδιώμασί τισι παρὰ τὴν κοινὴν φύσιν τῶν λοιπῶν ἀνθρώπων ἁπάντων διακρινομένην· τοῦτο γὰρ σημαίνειν ἀρτίως τὸ τῆς ὑποστάσεως ἐδείξαμεν ὄνομα. Οὐκοῦν ὡς ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ φύσιν αὐτῆς καὶ ὑπόστασιν ὁμολογοῦμεν, οὕτω δήπου καὶ ἐπὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ὥσπερ φύσιν, οὕτω καὶ τὴν ἰδικὴν ταύτην ὑπόστασιν ὁμολογεῖν ἀνάγκη, ἵνα μὴ ἀνυπόστατον, ὅπερ εἴρηκα, τὴν φύσιν ἐκείνην λέγειν ἀναγκαζώμεθα· ἓν γὰρ δηλονότι τῶν ὑπὸ τὴν κοινὴν φύσιν τελούντων ἀτόμων τὸ τοῦ σωτῆρος ὑπῆρχεν ἀνθρώπινον. Τούτων οὕτω διευκρινημένων σαφῶς καὶ ὑπὸ πάντων, οἶμαι, συμφωνουμένων, λεγέτωσαν ἡμῖν οἱ δύο εἶναι τὰς τοῦ Χριστοῦ φύσεις, μίαν δὲ τὴν ὑπόστασιν ὑποτιθέμενοι, ἐπειδὴ τῶν ἑνωθέντων ἑκάτερον φύσιν τε ἅμα καὶ ὑπόστασιν ἐξ ἀνάγκης εἶχεν, ὡς ὁ λόγος ἔδειξε, πότερον ὁμοτίμως τῶν τε φύσεων καὶ τῶν ὑποστάσεων ὁμολογοῦσι γεγονέναι τὴν ἕνωσιν, ἢ μᾶλλον ἡνῶσθαι τὰς ὑποστάσεις