γὰρ ἠρέμα νοσηλευόμενος τὸ σωμάτιον), εἶτ' αὖθις ἀνενεγκὼν καὶ, λέγε, φησὶν , ἀνδρειότατε, τί δεῖ περὶ τούτου σκοπεῖν; ὁ δὲ, καὶ αὖθις, ἔφη, σκοπεῖν λέγεις , πράττειν ὅ,τι καὶ δεῖ; οὐκ ἐκνήψεις ὀψὲ γοῦν, ὦ ἀγαθὲ, οὐδὲ τὸν τοσοῦτον κάρον ἀποτινάξῃ τῶν ὀφθαλμῶν, ἀλλ' ἐν ἀφύκτῳ κινδύνῳ περιληφθέντας ἡμᾶς ὅ,τι καὶ δεῖ δρᾷν ἐρωτᾷς; περὶ τῶν ὅλων διακινδυνεύειν φημὶ, τοσαύτην μὲν πανοπλίαν ἐπαγομένους, τοσαύτην δὲ στρατιὰν40, ψυχῆς τε ἀνδρείᾳ σπαργῶσαν καὶ σώματος ῥώμῃ φλεγμαίνουσαν. ἄτοπον γὰρ ἐμοὶ καὶ οὐ φορητὸν καταφαίνεται, ὑπὸ τομίου οἰκτροῦ ἐκ τῆς Παφλαγονικῆς ἐρημίας τῇ πολιτείᾳ παρεισφθαρέντος, τοὺς τῶν Ῥωμαίων ἄγεσθαι στρατηγοὺς, καὶ τῇδε κἀκεῖσε παρέλκεσθαι τῆς ῥινὸς, ὡς ἀνδράποδα. ἀλλ' ἕπου τὴν ταχίστην, εἴ γε μὴ βούλῃ ζωγρίας ληφθεὶς τὰ πήματα δεινὰ πείσεσθαι. δʹ. Τοιαύτην ἀνειπόντος τοῦ Ἰωάννου παραίνεσιν, διανέστη τε πρὸς ἀλκὴν ὁ Νικηφόρος, καὶ τὰ ὅπλα καθυποδὺς τὴν ἐπὶ Καισαρείας ἅμα τῷ Ἰωάννῃ ἠπείγετο πανστρατί· καὶ τηνικαῦτα πηξάμενος χάρακα τὴν στρατιὰν ὑπεδέχετο. ἐπεὶ δὲ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαν τὸ τῆς Ἀσίας πρὸς αὐτὸν συνήθροιστο στράτευμα, ἡμέρας ἤδη διαφαυούσης, καὶ τῶν ἡλιακῶν ἀκτίνων ὑφαπλουμένων τῇ γῇ (Ἰούλιος εἶχεν ἀρχὴν), οἱ τὰς τοῦ στρατοῦ παρειληφότες ἡγεμονίας ἅμα τῷ στρατηγῷ Ἰωάννῃ τὰ ξίφη γυμνώσαντες καὶ τὴν στρατήγιον σκηνὴν κυκλωσάμενοι (προστεταγμένον δὲ τοῦτο πρὸς τοῦ Ἰωάννου τοῖς στρατηγοῖς καὶ λοχαγοῖς ἦν, ὅς γε δεινὸν ἐποιεῖτο, εἰ ἄνδρας αἱμάτων ἀγεννὴς ἐκτομίας μετὰ νηπίων τιθηνουμένων καθυποτάσσοι, ᾗ ἂν αὐτῷ δεδογμένον εἴη), αὐτοκράτορα Ῥωμαίων καὶ κραταιὸν βασιλέα τὸν Νικηφόρον ἐφήμιζον, πολυχρόνιον κράτος αὐτῷ ἐπευχόμενοι. ὁ δὲ τὰ πρῶτα μὲν ἀπείπατο τὴν τοιαύτην ἀρχὴν, τὸ τοῦ ὕψους ἐπίφθονον εὐλαβούμενος, καὶ τὸν τῆς συνεύνου καὶ τοῦ υἱοῦ Βάρδα προϊσχόμενος θάνατον, ὃς αὑτῷ τῆς ἡλικίας τὸ βιώσιμον ἕλκων, ἄρτι πυραυγεῖ τῷ ἰούλῳ περιαστράπτων τὴν γένυν, κατὰ 41 παι διὰν οὐ πρὸ πολλῶν τῶν χρόνων πρὸς αὐτανεψιοῦ αὐτοῦ (Πλεύσης τὸ μειράκιον ὠνομάζετο) κοντῷ τὴν βλεφαρίδα τιτρώσκεται· ὁ δὲ Πλεύσης, δείσας ἐπὶ τῷ τραύματι, τὸν κοντὸν διαφίησι τῆς χειρός· τοῦ δὲ σαυρωτῆρος τῷ οὔδει ἐνερεισθέντος σφοδρὰν γενέσθαι συμβέβηκε τὴν ἀντέρεισιν, ὡς τὴν αἰχμὴν τὸ κρανίον ἀντιτορήσασαν διαμπερὲς διελθεῖν, καὶ αὐθωρὸν ἄναυδον τὸν Βάρδαν τοῦ ἵππου καταπεσεῖν. τοιαύτην ὁ Νικηφόρος προτεινόμενος πρόφασιν παρῃτεῖτο τὴν ἀρχὴν, καὶ Ἰωάννῃ τῷ Τζιμισκῇ παρεχώρει τῆς τοιαύτης ἐπιβῆναι τιμῆς, καὶ τῶν σκήπτρων ἀνθέξεσθαι. οὐκ ἠνείχετο δὲ τῶν τοιούτων λόγων οὔτε τις τῶν τοῦ στρατοῦ, οὔτε μὴν αὐτὸς ὁ Ἰωάννης· ἀλλ' ὁμοθυμαδὸν αὐτὸν ἐπευφήμουν , σεβάσμιόν τε καὶ βασιλέα Ῥωμαίων προσαγορεύοντες. ὁ δὲ καταδέχεται τὴν ἀρχὴν , καὶ τὸ ἐρυθρὸν πέδιλον, ὃ τῆς βασιλείας παράσημον μέγιστον πέφυκεν, ὑποδύεται , μικρὰ φροντίσας τῶν φρικωδεστάτων ὅρκων, οὓς πρός τε τὸν πατριάρχην Πολύευκτον κατέθετο καὶ τὴν σύγκλητον. τὸ γὰρ ἀστάθμητον τῆς τύχης καὶ ἄδηλον , καὶ τὸ τοῦ Ἰωσὴφ δυσμενές τε καὶ ἄσπονδον ὑπολογιζόμενος, ἠπείγετο προτερήσειν τὴν τοῦ ἀνδρὸς κακοήθειαν, ἐν τῷ τὰ κατ' αὐτὸν εὖ θέσθαι, καὶ ὡς οἷόν τε ἀσφαλίσασθαι. τῷ τοι καὶ δεύτερα τὰ φθάσαντα τῆς ἑαυτοῦ σωτηρίας ἡγούμενος , παρὰ φαῦλον τὴν ὁρκωμοσίαν ἐτίθετο. τοῦτον δὴ τὸν τρόπον τῆς βασιλείας ἀρχὴν ὁ Νικηφόρος ἀναδεξάμενος, τῆς σκηνῆς προῆλθεν, ἀκινάκην διεζωσμένος καὶ δόρατι σκηριπτόμενος· ἐξ ἀπόπτου τε καί τινος περιωπῆς κατὰ τὸ ὕπαιθρον στὰς , ἔλεξε τοιάδε· 42 εʹ. Ὅτι μὲν οὐκ ἐφέσει τυραννίδος, ὦ συστρατιῶται, τόδε τὸ σχῆμα τῆς