ἡμερῶν πεζῇ βαδίζειν καὶ πολεμεῖν, καὶ μηδὲ νυκτὸς ἠρεμίαν ἄγειν, οὐδείς πω τῶν ἁπάντων ἀκοαῖς ἔλαβεν, εἰ μὴ ἐπὶ τοῦδε τοῦ ἀνδρὸς ὑπερφυῶς ἐθαυματουργήθη. ὡς δ' ἀπέκαμον οἱ πολέμιοι καὶ τῇ Ἁδριανοῦ πόλει πλησιάζειν ἐπέγνων, ὀπίσω ἑαυτοὺς ἀνελάμβανον, θαῦμα καὶ οὗτοι τὴν καρτερίαν αὐτοῦ καὶ ἀνδρίαν ὡς ἀνεκδιήγητον λογιζόμενοι· ὅθεν καὶ πολλοὺς συνέβη τῶν φευγόντων Ῥωμαίων ἐκ τῆς τοιαύτης τῶν βαρβάρων σχολῆς τὰς τούτων χεῖρας διαφυγεῖν. Ἔκτοτε τοίνυν οὐδεμίαν ἀξιόλογον δύναμιν ὁ βασιλεὺς ἔγνω κατὰ τῶν ἐναντίων ἐκπέμπειν, ἅμα μὲν τοῖς παραδείγμασι βαλλόμενος τὴν ψυχήν, ἅμα δὲ καὶ λόγον θρυλλούμενον προσιέμενος, ὡς τὸ θεῖον οὐκ ἐπινεύει τὸ ἔθνος ἡβηδὸν κατακεντηθῆναι καὶ γλῶσσαν μίαν τῶν ἀπηριθμημένων σχολάσαι· προελομένων δὲ τὴν εἰρήνην αὐτῶν προσίεται τούτους ὁ βασιλεύς, καὶ σπονδαῖς τὸν πόλεμον καταθέμενος συλαγωγεῖν ἤρξατο τὰς εὐνοίας αὐτῶν, καὶ τοῖς Ῥωμαϊκοῖς δώροις καὶ ἀξιώμασι καταμαλάττειν τὸ βαρβαρικὸν αὐτῶν καὶ ἀτάσθαλον ἦθος. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Οὖννοι Νεφθαλῖται, Περσῶν ὅμοροι, οὓς τῆς Περσίδος ὁ Γάγγης ἀποτειχίζει ποτα 44 μός, τέσσαρσι πρὸς τῷ ἡμίσει μιλίοις τὸ εὖρος ἀποτεινόμενος, ἐν τοῖς στενωτέροις αὐτοῦ διαβήμασι διαπεραιωθέντες τὸν ποταμόν, ἡγεμόνος αὐτοῖς ἀνεώξαντος τὴν ὁδὸν ὃς προειλημμένος καὶ ταπεινῇ τύχῃ συμπεπορισμένος καὶ δουλικῇ, μετὰ τελευτὴν τοῦ κρατοῦντος δεσπότου τῆς Περσικῆς γέγονεν ἐγκρατής, καὶ ἀκαταμάχητον σθένος οἷον τοῖς ἐκεῖσε πᾶσιν ἐναποδείξαντες, πρὸς ἀνίσχοντα ἥλιον τοῖς Ἰβηρικοῖς ὁρίοις προσήγγισαν, καὶ καταδραμόντες πλείστην ὅσην ἠδύναντο, ἀρχηγὸν τῶν Ῥωμαίων ζωγρείᾳ εἷλον, τὴν ἀρχὴν περιεζωσμένον τῆς Συρίας, Λειχούδην ἐπικαλούμενον. καὶ συνεχεῖς ἐκδρομὰς ἐπετείους τὸ ἔθνος ποιούμενον οὐκ ὀλίγα τὴν Ῥωμαϊκὴν κατέβλαπτε γῆν. ἀντιπαραταττόμενοι δὲ τούτοις οἱ τῶν ἄκρων ἐπιστατοῦντες Ῥωμαῖοι τὴν ἥττω πως ἀπεφέροντο, τόξων εὖ εἰδότων τῶν ἐναντίων καὶ κατὰ σκοπὸν βαλλόντων οὐχ ἥκιστα, καὶ τοὺς ἀντιτεταγμένους ἐκδειματούντων ταῖς ἑκηβόλοις πληγαῖς. διὸ καὶ ἀνενδότως κατέτρεχον πᾶσαν τὴν Ἰβηρικήν, πολίχνια καὶ κώμας ἁρπάζοντες καὶ μεγίστας ἀνατρέποντες πολιτείας, καὶ χώρας ἀναστάτους ποιούμενοι. συνηνέχθη δὲ ταῦτα διὰ τὴν τοῦ βασιλέως ὕστερον πλεονεξίαν. στρατεύματος γὰρ ἀξιομάχου τὴν Ἰβηρικὴν περιέποντος, καὶ ὀψώνιον ἔχοντός τινας τῶν παρακειμένων δημοσίων χωρῶν, ἀφείλετο ταύτας ὁ βασιλεύς, καὶ παρελὼν τοσαύτην ἰσχὺν οὐ μόνον τοὺς ἰδίους ἀπέβαλε συμμάχους, ἀλλὰ καὶ πολεμίους αὐτοὺς ἰσχυρῶς ἐρ 45 γασάμενος προσθήκην διὰ τούτων ἀκαταμάχητον προεξένησε τοῖς ἐναντίοις. ἐν μιᾷ γὰρ πλήθους κατὰ βασιλικὴν γνώμην στρατιωτικοῦ συναθροισθέντος ἐπὶ τῶν κατ' Ἰβηρίαν ὁρίων, συνταγματάρχην ἐπίσημον ἔχοντος ὃς Λιπαρίτης ἐπωνομάζετο, συμβολὴ μεταξὺ τούτων καὶ τῶν Οὔννων καρτερὰ γίνεται, καὶ μέχρι πολλοῦ τῆς μάχης καθισταμένης ἰσοπαλοῦς τέλος οἱ ἀντιτεταγμένοι τὸ κράτος ἠνέγκαντο, καὶ τοὺς Ῥωμαίους νικήσαντες ζῶντα τὸν Λιπαρίτην κατέσχον καὶ πρὸς τὸν ἐθνάρχην αὐτῶν ὡς θήραμά τι τῶν μεγίστων ἀπήγαγον. καλεῖται δ' οὗτος σουλτάνος τῇ Περσικῇ διαλέκτῳ. ἀλλ' ὅγε τοῦτον ἰδών, καὶ τὸ γένος τούτου μεμαθηκὼς (προκατέλαβε γὰρ αὐτὸν ἡ φήμη τῆς τοῦ ἀνδρὸς γενναιότητος), ἤρετο τοῦτον ὅπως δὴ χρηστέον αὐτῷ. ὁ δὲ βασιλικῶς ἔφη. καὶ αὐτίκα τῆς δυστήνου τύχης τοῦτον ὁ σουλτάνος ἐλευθεροῖ, καὶ πάντων ὧν κατὰ τὸν πόλεμον ἀποβεβλήκει πολλαπλασίονα τὴν ἀντέκτισιν δούς, τὴν πρὸς Ῥωμαίους οὕτω συνεχώρει ἔξοδον, θαυμάσας τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καὶ τὸ τοῦ φρονήματος εὐσταθές, καὶ θελήσας μὴ δεύτερος αὐτοῦ γενέσθαι περὶ τὸ τῆς πράξεως εὐγενὲς καὶ ἀφιλοχρήματον. τοῦτον τοίνυν ὁ τῶν Ῥωμαίων δεξάμενος βασιλεὺς τιμαῖς τε δημοσίαις αὐτὸν κατελάμπρυνε, καὶ δώροις καὶ