καὶ κινητὸς μόνον, ἐπεὶ δὲ προσεχής ἐστι τῇ ψυχῇ, καὶ αὐτοκίνητος. Ταῦτα δὲ πάντα διηριθμησάμην ὁμοῦ μὲν ὑμᾶς εἰς πολυμάθειαν ἄγων, ὁμοῦ δὲ καὶ ταῖς Ἑλληνικαῖς δόξαις ποιούμενος ἐντριβεῖς. καὶ οἶδα ὡς ἐνίαις γε τούτων ἀντιπεσεῖται τὰ ἡμέτερα δόγματα. ἐγὼ γὰρ οὐχ ὥστε τούτων ἐκεῖνα ἀνταλλάξασθαι διεσπούδασα πρὸς ὑμᾶς- μαινοίμην γὰρ ἄν-, ἀλλ' ἵνα τούτοις μὲν ἦτε προσκείμενοι, ἐκείνων δὲ μόνον τὴν εἴδησιν ἔχητε. εἰ δέ πῃ καὶ συνεργοῖεν ὑμῖν πρὸς τὸν ἀληθῆ λόγον διακινδυνεύοντα, καὶ χρήσασθε. ἀλλ' ὁ μὲν περὶ τῆς ἀληθείας λόγος ἀναμεινάτω καὶ ὅπῃ οὗτος τῷ θύραθεν βεβοήθηται. ἀλλὰ μὴ ἐλαίῳ Ἑλληνικῷ λιπανθείημεν μηδ' ὥσπερ ὁ Ἡρακλῆς σύμμαχον τὸν Ἰόλεων σχοίημεν ἐν οἷς ἐκεῖνος πρὸς τὸν καρκίνον διηγωνίζετο. Τῷ δὲ περὶ τοῦ αὐθυπάρκτου ἔτι προσδιατρίψωμεν· τῶν γὰρ φιλοσόφων ἄλλων ἄλλως κατατεμόντων τὰ ὄντα, καὶ τῶν μὲν πέντε γένεσιν ἀφορισάντων, τῶν δὲ ἐλάττοσι τούτων, τῶν δὲ τριπλασίοσιν, ὁ φιλόσοφος Ἀριστοτέλης τῷ Πυθαγορείῳ Ἀρχύτᾳ ἑπόμενος δέκα γένη τῶν ὄντων θεωρήσας ἐδίδαξεν, οὔτε ὡς ἀπὸ γένους εἰς εἴδη διελόμενος-πῶς γὰρ ἂν εἶεν γενικώτατα, εἰ γένος ἔχοιεν ὑπερκείμενον; - οὔτε κατὰ ψιλὴν ἀπαρίθμησιν ἀπ' ἀλλήλων ποιησάμενος, ἀλλὰ κατὰ στρατηγικὴν τέχνην διαλαβὼν ταῦτα καὶ καταστήσας. ἐκείνη γὰρ ἐν τοῖς πολέμοις ὃν μὲν σατράπην τίθεται, ὃν δὲ ἑκατοντάρχην ἢ δεκάρχην ἢ μοιρηγέτην ἢ ἰλάρχην, ἄλλον δὲ τοῦ ἱππικοῦ προηγούμενον καὶ ἕτερον δὲ τοῦ πεζοῦ προϊστάμενον· εἶτα τούτους τάξασα ὡς πρώτας ἀρχάς, ὑφ' ἑκάστῃ τῶν ἀρχῶν πρώτας καὶ δευτέρας δυνάμεις τίθησι πελταστάς, αἰχμοφόρους, ξιφηφόρους, ἀσπιδηφόρους, καὶ καθ' ἕκαστον ὑποβαίνουσα εἰς αὐτὸν καταλήγει τὸν ὑδροφόρον ἢ ξυλοφόρον, οὓς δὴ νῦν τῇ Λατίνων γλώττῃ κούρσωρας ὀνομάζουσι. κατὰ γοῦν ταύτην τὴν τέχνην καὶ Ἀριστοτέλης τὰ μὲν δέκα γένη τῶν ὄντων ὡς ἀρχὰς δέκα διετυπώσατο· ὑφ' ἕκαστον δὲ γένος γένη τινὰ καὶ εἴδη καὶ ἄτομα ὥσπερ τινὰς δυνάμεις ὑπέταξε. πλὴν ἐπὶ μὲν τῶν πολέμων αἱ πρῶται ἀρχαὶ οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ πράγματι ἀπ' ἀλλήλων διῄρηνται, καὶ ὁ μὲν στρατοπεδάρχης ταύτας ἔχων τὰς δυνάμεις τόνδε τὸν λόφον περιπολεῖ, ὁ δὲ στρατηλάτης ἐπὶ τοῦ δεξιοῦ, εἰ τύχοι, κέρους ἐφέστηκε, καὶ πρὸς τὸ πονοῦν μέρος ὁ στρατάρχης ἐπιδεδράμηκε, καὶ ἄλλος ἀλλαχόσε οἱ παραγίνεται ὡς ἡ χρεία καλεῖ. τὰ δὲ δέκα γένη οὐχ οὕτως ἀπ' ἀλλήλων διεστήκασιν, οὐδ' ἐνταῦθα μὲν ἡ οὐσία ἐστὶ γυμνὴ ποσότητος καὶ ποιότητος καὶ τῶν ἄλλων γενῶν, ἐκεῖσε δὲ τὸ ποσὸν ἄτερ οὐσίας, κἀκεῖ τὸ ποιὸν καὶ τἆλλα καθ' ἑαυτὸ ἕκαστον, ἀλλ' ὁ μὲν λόγος κατ' ἐπίνοιαν καθ' ἑαυτὴν μὲν ὁρᾷ τὴν οὐσίαν, καθ' ἑαυτὸ δὲ ὥσπερ τῶν ἄλλων ἕκαστον· οὐ μὴν οὕτως ἔχει ἐπὶ τοῦ πράγματος, ἀλλὰ τὰ ἐννέα γένη καθ' ἑαυτὰ εἶναι μὴ δυνάμενα τῇ οὐσίᾳ ὑποβεβήκασι, μόνη δὲ αὕτη ἑτέρων οὐκ ἐπιδεῖται εἰς ὕπαρξιν. ἐπειδὴ γὰρ ἡ οὐσία ἀπὸ τοῦ ὀνόματος μετεσχημάτισται καὶ τὰ ἐνταῦθα ὄντα, ἅπερ οὐσίαν φαμέν, ἰνδάλματα τοῦ πρώτου ὄντος ἐστί, τὸ δὲ πρώτως ὂν αὐθυπόστατον ὁ λόγος ἐγνώρισε, διὰ τοῦτο καὶ τὰ πρὸς ἐκεῖνο ἀπεικασμένα αὐθυπόστατά εἰσι τρόπον τινά. ἀλλ' ὅσα μὲν συνεγγίζει αὐτῷ, οἷον νόες, ψυχαί, ἐκεῖνα δὴ καὶ εἰς τὸ παντελὲς ἑαυτοῖς ἐξαρκεῖ· ὅσα δὲ πλέον ἀφέστηκεν, ὥσπερ τὰ σώματα ταῦτα, ἔστ' ἂν μένῃ, ἑαυτοῖς ἐξαρκοῦσι πρὸς ὕπαρξιν, ἐπεὶ δὲ πόρρω τυγχάνει τοῦ ὄντος, ἀμενηνά πώς εἰσι καὶ ταχὺ διαπίπτει καὶ ἀπόλλυται. εἰ μὲν οὖν τὸ αὐθυπόστατον ἐπὶ ταύτης λήψῃ τῆς σημασίας, ὥσπερ ἐγὼ ἐθεώρησα, ἀνεπίληπτος ὁ ὅρος ἐστίν, εἰ δ' ὥσπερ ἐπὶ τῆς παραγωγῆς καὶ τῆς ἀπογεννήσεως, πολὺ τούτῳ τὸ ἐπιλήψιμον· οὐδὲν γὰρ τῶν ὄντων <ἀν>αίτιον, ἀλλ' ἀτμοὶ μὲν ἀπὸ γῆς ὑγρανθείσης εἶτα θαλφθείσης ὑπὸ ἡλίου, νέφη δὲ ἐξ ἀτμῶν, ὑετοὶ δὲ ἀπὸ νεφῶν, καὶ τὸ εἶδος ἀπὸ τοῦ σπέρματος, τὸ δὲ σπέρμα ἀπὸ τοῦ γεννήσαντος, ὁ δὲ γεννήσας ἐκ τοῦ πατρός, καὶ οὕτως ἀφ' ἑτέρου χωρῶν πρὸς ἕτερον οὐκ ἂν σταίης πρὶν