Πλάτωνα. οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις· ἡ γὰρ γένεσις οὐκ ὄντων, ἡ ἡδονὴ τῶν ὄντων. καὶ γένεσις ταχεῖα καὶ βραδεῖα, οὐ μὴν καὶ ἡδονή. τῶν ἀγαθῶν τὰ μὲν ἕξεις, τὰ δ' ἐνέργειαι, τὰ δ' ὄργανα. ὅσα ἐνεργειῶν εἴδη καλῶν ἢ φαύλων, τόσα καὶ ἡδονῶν ὁμοίως. Ὁ θεωρητικὸς ἀπαθής, ὁ σπουδαῖος μετριοπαθής. Γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν, τοῦ θερμοῦ παντὸς σπεύδοντος εἰς τὴν καρδίαν, ἐπὶ τὸ ἀρχικόν, ὡς ὁ δῆμος, ὅταν φοβεῖται, καταφεύγει πρὸς τοὺς ἄρχοντας. Τὸ θρεπτικόν, τὸ γεννητικόν, τὸ σφυγμικὸν οὐ πείθεται λόγῳ, ἀλλὰ τὸ θυμικὸν καὶ ἐπιθυμητικόν. Τὰ νεῦρα ἐκ τοῦ ἐγκεφάλου, ἀρτηρίαι ἐκ τῆς καρδίας, φλέβες ἐκ τοῦ ἥπατος. ὄργανα τοῦ σπέρματος φλέβες καὶ ἀρτηρίαι. τῆς καθ' ὁρμὴν κινήσεως εἴδη τὸ κινητικὸν τοῦ σώματος, τὸ φωνητικὸν καὶ ἀναπνευστικόν· ἐν ἡμῖν δὲ ταῦτα. Τῆς κατὰ προαίρεσιν καὶ καθ' ὁρμὴν κινήσεως ἀρχὴ ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελός, ὄργανα τὰ νεῦρα καὶ μύες. μόνος ἄνθρωπος καθέζεται {χωρὶς} ἄτερ ἐρείσματος. κάμπτει τὰ σκέλη πρὸς δύο ὀρθὰς γωνίας κατά τε ἰσχίον καὶ ἰγνύν. Ἔσω καὶ ἔξω τῶν διδύμων ἡ σὰρξ ἁπαλὴ οὖσα καὶ ὑπὸ τῆς δριμύτητος δακνομένη ἐμμανῆ ποιεῖ τοῦ θοροῦ τὴν ἔκκρισιν. ἐκ δὲ τῶν νεφρῶν ἡ δριμύτης ἀρύεται περὶ τῶν φλεβῶν. ἡ θρὶξ σκέπη προβάτοις, κόσμος ἀνθρώποις, κόσμος καὶ σκέπη τῷ λεόντι καὶ λοιποῖς τ[ισι] ζῴοις. Ἀκούσιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ' οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. διὰ τοῦτο αἱ ἀποβολαὶ τῶν φορτίων ἐν καιρῷ χει29 μῶνος ἐκ τῆς νηὸς ἑκούσιοί εἰσι καὶ τὸ ἀποφαγεῖν Ζήνωνα τὴν γλῶτταν, ὡς μὴ εἰπεῖν ∆ιονυσίῳ τὰ ἀπόρρητα. ὅταν τις ἄκων ἐχθρὸν φονεύσῃ καὶ ἐπιχαίρῃ τούτῳ, τοῦτο οὐχ ἑκούσιον, οὐ μὴν καὶ ἀκούσιον. τινὰ τὴν ἀρχὴν ἀκούσιον ἔχει, τὸ τέλος δ' ἑκούσιον. ἄλλο δι' ἄγνοιαν ποιεῖν, καὶ ἕτερον τὸ ἀγνοεῖν. ἐὰν γὰρ ἐφ' ἡμῖν τῆς ἀγνοίας τὸ αἴτιον, οὐ δι' ἄγνοιαν ποιοῦμεν, ὡς ὁ μεθύων καὶ φαῦλα ποιῶν. Τὸ κατὰ προαίρεσιν ἑκούσιον· οὐ μὴν καὶ ἀνάπαλιν. τὰ παιδία γὰρ καὶ τὰ ἄλογα ἑκουσίως ποιεῖ μόνον. ἡ ὄρεξις διαιρεῖται εἰς ἐπιθυμίαν, θυμὸν καὶ βούλησιν. βούλεται πλουτεῖν καὶ ὑγιαίνειν· οὐ μὴν δὲ λέγεται καὶ προαιρεῖσθαι. ἡ βούλησις τοῦ τέλους ἐστίν, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἔτι δόξα ἀληθὴς καὶ ψευδής, οὐ μὴν καὶ προαίρεσις. ἔτι δόξα τῶν καθόλου, προαίρεσις τῶν καθέκαστα. προαίρεσίς ἐστιν τὸ μικτὸν ἐκ βουλῆς, κρίσεως καὶ ὀρέξεως. βούλησις ἐπὶ τοῖς ἔτι ζητουμένοις, προαίρεσις ἐπὶ τοῖς ἤδη προκεκριμένοις. πᾶσα βουλὴ ζήτησις, οὐ μὴν καὶ ἀνάπαλιν· βουλόμεθα περὶ τῶν ἐφ' ἡμῖν, ζητοῦμεν καὶ περὶ τῶν οὐκ ἐφ' ἡμῖν. βουλευόμεθα δὲ περὶ τῶν ἐπίσης ἐνδεχομένων. ἔχεται πρᾶξις μὲν δυνάμεως, δύναμις οὐσίας. Αἰγύπτιοί φασιν ἐκμειλίττεσθαι τὴν εἱμαρμένην, καὶ τοὺς ἀστέρας θεραπευέσθαι καὶ μετατρέπεσθαι πρὸς τὸ κρεῖττον. Πλάτων φησὶ κατ' οὐσίαν εἱμαρμένην τὴν τοῦ παντὸς ψυχήν, κατ' ἐνέργειαν δὲ νόμον θεῖον ἀπαράβατον. τῶν γινομένων αἴτια ἢ θεὸς ἢ εἱμαρμένη ἢ φύσις ἢ τύχη ἢ αὐτόματον. τύχη ἐστὶ σύμπτωσις καὶ συνδρομὴ δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων ἄλλο τι παρ' ὃ πέφυκεν ἀποτελούντων. Ἀριστοτέλης ἐπὶ τῶν ἠθικῶν φησιν ἀρετῶν· «ἃ ποιοῦντες μανθάνομεν, ταῦτα μαθόντες ποιοῦμεν· κρατεῖν γὰρ ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα, καὶ γενόμενοι σώφρονες κρατοῦμεν ἡδονῶν.» ἰστέον ὡς ἐφ' οἷς αἱ προτροπαὶ καὶ ἀποτροπαί, ταῦτα ἐφ' ἡμῖν. Ἀρχὴ πράξεως νοῦς ὁ ἡμέτερος. ἐφ' ἡμῖν αἱ κατὰ τέχνην ἐνέργειαι, ἡ ἀρετὴ καὶ πᾶσα πρᾶξις ψυχικὴ καὶ λογική. ὄντος τοῦ ἐφ' ἡμῖν καὶ τῆς προνοίας, ἀνάγκη κατ' ἄμφω τὰ γινόμενα γίνεσθαι. οἱ πολλοὶ τὴν δυσκρα30 σίαν αἰτίαν τῶν παθῶν προβαλλόμενοι ἀνάγκῃ φασὶ γίνεσθαι τὴν κακίαν καὶ τὴν ἀρετήν. Μία δύναμις τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, σωφρονεῖν καὶ ἀκολασταίνειν. οὐ μὴν καὶ ἡ αὐτὴ ἕξις τῶν ἀντικειμένων, οἷον τοῦ ἀκολασταίνειν καὶ σωφρονεῖν, ἀλλὰ τῶν ἐναντίων αἱ ἐναντίαι. ἡ δύναμις