διέσεισαν. εἰ μὲν γὰρ ἀμύητοι τῶν καθ' ἡμᾶς λόγων ἐτύγχανον ὄντες καὶ παντάπασιν ἀκατήχητοι τῶν μυστηρίων τοῦ πνεύματος, τάχ' ἂν τῷ φωτὶ προσελθόντες τῆς ἀχλύος τὸν ζόφον ἐγνώκασιν· ἐπεὶ δὲ μετὰ τῶν τοῦ λόγου θρεμμάτων συναριθμούμενοι εἰς θηρίων μορφὰς ἑαυτοὺς μετεποίησαν καὶ πᾶν εἶδος ἐπαγγελλόμενοι γνώσεως καὶ διαφορὰν πνευμάτων εἰδέναι οἰόμενοι τοῖς χείροσιν ἑαυτοὺς εἰσεποίησαν, πῶς ἂν εὐθὺς εἰς τὴν κρείττονα μερίδα μετέθεντο, ὁπότε καὶ τηνικαῦτα ἐξεταζομένου τοῦ δόγματος συνηγόρους τοὺς ἡμετέρους λόγους ταῖς διεφθαρμέναις αὐτῶν δόξαις ἐπήγοντο; ἢ δὲ βούλει γνῶναι, ὅτι μηδέν τι τῶν δεδογμένων ἀπηλείφασι τῆς ψυχῆς, ἔπελθέ μοι πολλάκις τὸ μέγα τοῦ δεσπότου περὶ τούτων ὑπόμνημα, ἵν' ὁμοῦ καὶ ἐγκωμίων γνοίης ὑπερβολὰς καὶ ἀγώνων ἀναρρήσεις μαρτυρικῶν. στεφανοῖ γὰρ αὐτοὺς ἐκεῖσε πολλάκις ὥσπερ διηγωνισμένους τὸν πένταθλον καὶ ἀναμιμνήσκει τῶν παλαισμάτων καὶ τῶν κατὰ νόμους ἀθλήσεων· ἀμφοτέρωθεν οὖν ἡ τῆς δόξης ἄρνησις ὕποπτος· καὶ ὁ δεσπότης καὶ τοῦ δόγματος καὶ τοῦ κηρύγματος μέτοχος, τότε μὲν ἀλείφων πρὸς τοὺς ἀγῶνας τοὺς ἀθλητάς, νῦν δὲ βραβεύων τὰ γέρα καὶ τὴν κεφαλὴν ταινιῶν καὶ ἀποσεμνύνων αὐτοῖς τὴν μάντιδα καὶ τὸ καινὸν πνεῦμα τιμῶν· ὑπὲρ ὧν οἱ μὲν ἠθλήκασιν, ὁ δὲ ἐστεφάνωσεν. Οὕτω ποτὲ καὶ ὁ τῆς μανίας ἐπώνυμος Ἄρειος τὴν οἰκείαν δόξαν ἐν ὑποκρίσει ἀπομοσάμενος καὶ τῇ ἐκκλησίᾳ παρεισφθαρεὶς τῇ καθαρᾷ τοῦ κυρίου αὔλακι καὶ τὸν σῖτον καρποφορούσῃ τῆς πίστεως σπορεὺς τῶν ζιζανίων ἐγένετο. καὶ εἰ μὴ θᾶττον τῆς φθορᾶς ἀπολελαύκει τοῦ καινοῦ δόγματος, ῥῆξιν ἀθρόαν ὑποστὰς καὶ διαίρεσιν ἐφ' οἷς ἀνερρήγνυ τὴν μίαν τῶν τριῶν φύσιν καὶ διῄρει κακῶς τὴν θεότητα, διέφθειρεν ἄν γε πάντας καὶ ἐλυμήνατο. ἀλλ' ἐκεῖνον μὲν ὁ Ἀλεξανδρείας Ἀλέξανδρος ὑπώπτευέ τε καὶ θαμὰ τῆς ἐκκλησίας ἀπήλαυνεν· καὶ τελευτῶν, ἐπεὶ μὴ ἀντισχεῖν πρὸς τὴν ἐκείνου βίαν οἷός τε ἦν, ἱκετηρίαν θέμενος πρὸς θεὸν διασείει τε αὐτῷ ἀθρόως τὰ σπλάγχνα καὶ τῶν ἔνδον κενοῖ. τοὺς δὲ νῦν θῆρας αὐτὸς ὁ μέγας ποιμὴν καὶ ἡμέτερος ἀσμένως εἰσδέχεται καὶ τοῖς θρέμμασι ἐπαφίησι, μᾶλλον δὲ σὺν αὐτοῖς ἐπιχειρεῖ θοινᾶσθαι τὸ ποίμνιον, ἐγὼ δὲ θαυμάζω ὅτι πάλαι μέν, οὔπω τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐκκαθαρθείσης, εἴ πῄ τις ἀκανθώδης παραφυὰς ἐβλάστανεν, εὐθὺς ἀπετέμνετο, καὶ ἀπηλαύνοντο οἱ τῶν ἱερῶν θρόνων πρόεδροι οἱ περιβόητοι καὶ τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὐσεβῶν αὐτοκρατόρων καὶ τότε τὰ σκῆπτρα διϊθυνόντων, Κωνσταντίνου τοῦ πάνυ, Θεοδοσίου, τῶν ἄλλων, ἵνα μὴ καθ' ἕκαστον λέγω, οὐκ ἐπὶ καινοῖς δόγμασιν οὐδ' ἐπ' ἀσεβείαις τισίν, ἀλλ' εἰ παρὰ τὸν λόγον τινὰ τῶν ἐπὶ τῆς ἐκκλησίας ἀφώρισαν, εἰ κακῶς εἶπον ἢ πληγὰς βαρυτέρας ἐπήνεγκον. νῦν δὲ τοῦ λόγου τῆς ἀληθείας διασπαρέντος ἁπανταχῇ δυσανασχετοῦμεν, εἴ τις πατριάρχης ἀσεβήσας καθαιρεθήσεται. Εἶτα δὴ καί τινες ὑπὲρ τούτου συνηγορήσοντες πάρεισιν. ὑπὲρ ὧν αἰδοῦμαι, μᾶλλον δὲ δέδοικα, μὴ ἄλλων ἐξελεῖν ἀναιμωτὶ τὸ βέλος προῃρημένοι, ἐκείνους τε μᾶλλον διασπαράξωσιν εἰσδεδυκυιῶν τῶν ἀκίδων καὶ ἀτεχνῶς ἐφελκυσάμενοι ἐφ' ἑαυτοὺς ἐμβαθύνωσι, καὶ οὐδαμῇ τοὺς ὑπερμαχήσοντας ἕξουσι πάντων σωφρονισθέντων τῷ παραδείγματι. οὐ γὰρ ὑμεῖς μὲν συμπεπόνθατε τῷ ἀρχιερεῖ καὶ περιπαθῶς συνηλγήκατε, ἡμεῖς δὲ οὕτως ἐσμὲν ἰταμοὶ καὶ θρασύσπλαγχνοι, ἀλλ' οὐδὲν ἔλαττον τὸν ἄνδρα καὶ αὐτοὶ ἀσπαζόμεθα, καὶ πρὸ πάντων ὁ μέγιστος ἡμῶν αὐτοκράτωρ, ὅς γε καὶ οἷα θείῳ πατρὶ προσεῖχε τούτῳ τὸν νοῦν καὶ πολλάκις αὐτῷ καὶ τὴν κεφαλὴν ὑπέκλινε καὶ τὴν ψυχὴν θεραπεύειν ἐδίδου καὶ τῶν μεγάλων ἐκείνων, ὧν ἴστε πάντες, ἠξίου. ἀλλὰ τῶν μὲν ἄλλων τοῦτον προΐστα, τούτου δὲ μᾶλλον οἶδε τιμᾶν τὸν θεόν. φοβεῖται δὲ καὶ τὴν περὶ τούτου τοῦ λόγου ἐξέτασιν, ἵνα μὴ τῆς τῶν ἄλλων ἀσεβείας αὐτὸς εὐθύνας ὑφέξοι. εἰ