15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
«Οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν». τίνες οὗτοι; Λεύκιππος καὶ ∆ημόκρι τος· οὗτοι γὰρ τὴν ἐναντίαν ταῖς ὅλαις φιλοσοφίαις ἐβάδισαν· φασὶ γὰρ ὅτι, κενοῦ τοῦ παντὸς ὄντος, γέγονέ ποτε ὁ κόσμος πρότερον μὴ ὤν, εἶτα εἰπεῖν βουληθέντες καὶ ὅντινα τρόπον ἐγένετο, ἀφέντες τὴν ῥᾴστην ὁδόν, ὥστε τὸν δημιουργὸν τοῦ σύμπαντος αἰτιάσασθαι, ἀνέπλασαν ἑαυτοῖς σωμάτιά τινα ἀμερῆ οὐκ οἶδ' ὅπως καὶ ἀπαθέστατα, «θέσει καὶ τάξει καὶ σχήματι» διεστηκότα· ταῦτα δέ, φασί, φερόμενα τῷ κενῷ, νῦν μὲν συγκυρεῖν ἀλλήλοις καὶ συνεπιπλέκεσθαι, νῦν δὲ ἀσυνάρμοστα εἶναι πρὸς ἄλληλα καὶ ἀσύγκλωστα. τὰ μὲν οὖν ἀσυνάρμοστα τὰς ἀταξίας γεννᾶν, ὅτι μὴ κατὰ λόγον ἐκράθη, τῶν δὲ συνηρμοσμένων ὅσα μὲν ἀλλήλοις ἰσχυρό τερον ἀντεπλάκησαν, ὥσπερ ἐπὶ τῶν δακτύλων ἑκατέρας χειρὸς ὁρᾶται ἡ ἀντεμπλοκὴ νῦν μὲν ἑδραία καὶ ἀντερείδουσα, νῦν δὲ χαύνη καὶ διαρ ρέουσα. εἰ μὲν οὖν οὕτως ἀντεπλάκη τὰ ἄτομα, ὥστε ἰσχυρὰν γενέσθαι τὴν ἀντεμπλοκήν, ἀρραγὲς ἔφασκον καὶ τὸ ἀποτελούμενον εἶναι ἤ, τό γε μετριώτερον εἰπεῖν, δυσδιάρρηκτον· εἰ δὲ ἀσθενέστερον ἀντεπλάκησαν, καὶ τὸ ἀπ' ἐκείνων γεγονὸς ἀσθενὲς καὶ εὐδιάλυτον γέγονεν. ἀμερῆ γοῦν σώματα καὶ ἄτομα τὰ συμπλέκοντα καὶ συμπλεκόμενα κατωνόμαζον· ὄγκους δὲ καὶ πώρους τὰ ἐκ τῶν συμπλοκῶν γινόμενα ἔφασκον· ἐκ παραλ λήλου γὰρ τὰ ὀνόματα ταυτὶ κεῖται. ἀλλ' ὁ μὲν ὄγκος πάσης ἐστὶ συμπλο κῆς ἀποτέλεσμα· ὄγκος γὰρ καὶ τὸ βούτομον καὶ ἡ πάπυρος καὶ ὁ ἀδάμας· ἕκαστα γὰρ ὤγκωται· πῶρος δὲ τὰ ἐκ τῆς ἀρραγεστέρας τῶν ἀτόμων ἀντεμπλοκῆς, ὥσπερ τῶν γεηρῶν τὰ μάλιστα δύστμητα. ὁ μὲν οὖν πῶρος καὶ ὄγκος ἂν κληθείη, οὐ πᾶς δὲ ὄγκος καὶ πῶρος. ἐξώγκωται μὲν γὰρ ὁ ἀήρ, οὐ πεπώρωται δέ· πεπώρωται δὲ ὁ σίδηρος, οὗτος δὲ καὶ ἐξώγκωται. «Νῦν μέν» γάρ φησι «συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νυνὶ δὲ μετασυγκρινομένων τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίνεσθαι, καὶ ἐπὶ τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλοκὴν τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν». δύο γὰρ ταῦτα οἱ περὶ Λεύκιππον εἰπεῖν ἔθεντο, ἓν μὲν ὅπως αἱ γενέσεις καὶ αἱ φθοραὶ γίνοντο, ἕτερον δὲ ὅπως τῶν συνεστηκότων μεγεθῶν τὰ μὲν ἐπὶ πολὺ διαρκεῖ, τὰ δὲ ταχὺ πίπτει τε καὶ ἀπόλλυται. διὰ τί γὰρ νάρθηκι μέν, ἵν' οὕτως εἴπω, βραχὺς ὁ βίος, πολυαρκὴς δὲ ἡ ἔβενος πέφυκε, καὶ τῷ Νεβρὼδ μὲν ἀδαμάντινον τὸ σαρκίον, ἐμοὶ δὲ χαῦνον καὶ διερρυηκός, καὶ τῷ μὲν οὐρανῷ ἀδιάπτωτον τὸ σῶμα, ἀὴρ δὲ ὅσαι ὧραι ῥεῖ τε καὶ μεταβάλλεται; πρὸς ταύτας οὖν ἐνεχθέντες τὰς ἀπορίας τούτω τὼ φιλοσόφω ἐλεγέτην, ὡς αἱ μὲν γενέσεις συμπλεκομένων ὁπωσδήποτε τῶν ἀτόμων γίνονται, αἱ δὲ φθίσεις μετα συγκρινομένων, τουτέστι διαλυομένων. ὡς γὰρ σύγκρισις ἡ συμπλοκή, μετασύγκρισίς ἐστιν ἡ διάλυσις· ἡ γὰρ μετὰ πρόθεσις οὐ μόνον τὸ συν εῖναι τούτῳ τοῦτο δηλοῖ, ἀλλὰ καὶ τὸ κατὰ τάξιν μετὰ τὸ πρῶτον εἶναι τὸ δεύτερον. ἐνταῦθα οὖν ἡ μετασύγκρισις τὴν μετὰ τὴν σύγκρισιν δηλοῖ διάλυσιν. ὥσπερ γάρ, φασί, τῶν ἀτόμων συμπλακέντων ἐγένετό τι, οὕτω δὴ διαλυθέντων διερρύη τὸ γεγονός, καὶ ὥσπερ κατὰ μέρος καὶ κατ' ὀλίγον ἡ συμπλοκή, οὕτω δὴ κατὰ τὸ ἀνάλογον καὶ ἡ διάλυσις. οὐ γὰρ εὐθὺς ἀποθνῃσκόντων ἡμῶν ὁ ὄγκος τοῦ σώματος συνδιαλύεται, ἀλλὰ κατ' ὀλί γον τῶν ἀτόμων ἀποσπωμένων καὶ οἷον χαυνουμένων καὶ ἀπορρεόντων ὁ ὄγκος συναφανίζεται, ὥσπερ δὴ καὶ συνιόντων ἀλλήλοις κατὰ βραχὺ τὸ γινόμενον μεγεθύνεται. γενέσεις μὲν αὐτοῖς καὶ φθίσεις ἐντεῦθεν ᾐτιο λόγηνται· ὅπως δὲ τὰ μὲν τῷ πολλῷ χρόνῳ διαρκεῖ, τὰ δὲ τῷ βραχεῖ διαπίπτει καὶ ἀφανίζεται, ἐντεῦθεν αὐτοῖς ἔγνωστο. ἀντιπλεκόμενα γάρ, ἔφασκον, τὰ ἄτομα ἢ ἀντερείδει πρὸς ἄλληλα καὶ ἰσχυρότερον ἀντιβαίνει, ἢ ἀκροθιγῶς ἀλλήλων ἅπτεται. ὅσαις μὲν οὖν τῶν