ἁμαρτίᾳ, ὥσπερ χωρὶ νόμου ἁμαρτία ἦν νεκρά, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. δείκνυσι δὲ ὁ θεῖος ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴν εὐκολίαν, ἁμαρτία γὰρ ὑμῶν, φησίν, οὐκέτι κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ, τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ σωτῆρος καὶ ἐφ' ἡμῶν ἐπὶ μὲν τοῦ σωτῆρος θάνατο εἶπεν αὐτοῦ οὐκέτι κυριεύει, ἐπὶ δὲ ἡμῶν ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὔτε γὰρ ἐπὶ τοῦ σωτῆρος ἔπρεπεν λέγεσθαι τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ' ὑμῶν κυριώτερον ἦν τὸ θάνατο ὑμῶν οὐ κυριεύει· καὶ ἵνα μὴ ταὐτὸν περὶ τοῦ σωτῆρος καὶ ἡμῶν λέγηται ὡς παραπλησίων. μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν φησὶ τὸ οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· κατὰ γὰρ αὐτὸν τὸν Παῦλον ἡ δύναμι τῆ ἁμαρτία ὁ νόμο ἐτίν, καὶ νόμο παρειῆλθεν ἵνα πλεονάῃ τὸ παράπτωμα ἀλλ' ὅπου ἐπλεόναεν ἡ ἁμαρτία ἐκεῖ ὑπερεπερίευεν ἡ χάρι· νῦν δὲ ἐσμὲν ὑπὸ τὴν περιεύουαν χάριν, διότι οὐκέτι ἐσμὲν ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. δικαίῳ γὰρ νόμο οὐ κεῖται, οὐ γὰρ δέεται τῆς ἀπὸ τοῦ γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ θεοῦ θεοδίδακτος ὤν, ὡς Παῦλος διδάσκει λέγων περὶ δὲ τῆ ἀγάπη οὐ χρείαν ἔχετε ὑμῖν γράφεθαι, ὑμεῖ γὰρ θεοδίδακτοί ἐτε εἰ τὸ ἀγαπᾶν ἀλλήλου. εἴ τινι οὖν συμπέφυκεν ὁ τοῦ θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον ἕτερον δὲ εἶναι τὸ θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἐστὶν ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· οὕτω νοητέον ἀλλ' ἦν ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ. 32 vi 19, 20 ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. ἐπειδή, ὡς πολλαχοῦ (φησίν) ἐτηρήσαμεν, τὸ τῆς δικαιοσύνης ὄνομα ἀντὶ τῆς ἀρετῆς ἔσθ' ὅτε παραλαμβάνεται, λεκτέον ὅτι καὶ νῦν τοιοῦτόν ἐστι τὸ λεγόμενον ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ ἀρετῇ. καὶ παρ ακολουθεῖ τῷ γενικῷ τῆς ἁμαρτίας ὀνόματι τὸ γενικὸν τῆς ἀρετῆς δικαιοσύνην ἐν τούτοις ὀνομάζεσθαι. δόξει δὲ εἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν, προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆαι. 33 vi 21, 22 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος· νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρτίας ὡς οὐδενὸς ἄξιον λόγου τοῦτό φησιν· ἐφ' οἷς γάρ τις πρότερον ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ πεπραγμένοις ὕστερον εἰς συναίσθησιν ἐλθὼν τῶν ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸ ἂν εἴη ἄχρητο, ἄωρο εἰ βρῶιν καὶ εἰ οὐθὲν ἐπιτηδεῖο· καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἢ θάνατός ἐστιν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι ἐγώ εἰμι ἡ ζωή, κυριεύων τῶν τοιούτους καρποὺς ἐνηνοχότων. ἐν ᾧ θανάτῳ οὐκ ἐτὶν ὁ μνημονεύων θεοῦ· καὶ γὰρ πᾶς ὁ ἐν αὐτῷ τέθνηκεν τῷ θεῷ καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταὐτόν ἐστιν τῷ ζῇν τῇ ἁμαρτίᾳ. ἡμέτερος καρπὸς εἰς ἁγιασμόν· οὐχ ἡμέτερος δέ, οὐδὲ κατὰ τὴν ἡμετέραν φύσιν, ὁ φέρων τῷ ἤδη συνησθημένῳ αὐτοῦ αἰσχύνην. ὅτι δὲ ἡμέτερον μὲν τὸ κρεῖττον, οὐ τοιοῦτον δὲ τὸ χεῖρον, δηλοῖ καὶ ὁ σωτὴρ λέγων εἰ τὸ ἀλλότριον ἐπιτεύθητε καὶ οὐκ ἐγένεθε ἄξιοι, τὸ ὑμέτερον τί ὑμῖν δώει; κἂν γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῇ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδου λωμένων τῷ θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν· καί φησιν ὁ τοιοῦτος τοῖς μὲν ἐν γάμῳ ἁρμόζειν τὸ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ, τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον τὸ νυνὶ δὲ ἐλευθερω θέντες ἀπὸ τῆς ἁμαρτίας καὶ τὰ ἑξῆς· ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ θεῷ δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιο σύνῃ μὴ πάντως ἔχειν τὸν καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸν κατὰ υγγνώμην λόγον. 34 vi 23 τὰ γὰρ