ἐπιπλεῖον <οὖν> νοητῶς † καταβαι 19.22.145 νουσῶν νοήσεις. ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· «Ἀναβὰς ὑπεράνω πάντων τῶν «οὐρανῶν»· ἡ γὰρ νοητὴ ἀνάβασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς 19.22.146 αὐτὸν τὸν θεόν. πλήν ἐστίν τις καὶ ἕτερος παρὰ τὸν δεικνύμενον καὶ αἰσθητὸν κόσμον τὸν συνεστῶτα ἐξ οὐρανοῦ καὶ γῆς ἢ οὐρανῶν καὶ γῆς κόσμος, ἐν ᾧ ἐστιν τὰ μὴ βλεπόμενα· καὶ ὅλον τοῦτο κόσ μος ἀόρατος, κόσμος οὐ βλεπόμενος, καὶ νοητὸς κόσμος, οὗ τῇ θέᾳ καὶ τῷ κάλλει ἐνόψονται οἱ καθαροὶ τῇ καρδίᾳ, προευτρεπιζόμενοι διὰ τοῦ ἐνορᾶν αὐτῷ ἐπὶ τὸ μετελθεῖν, ὥστ' ἂν καὶ αὐτὸν ὁρᾶν, ὡς ὁρᾶσθαι πέφυκεν ὁ θεός, τὸν θεόν. 19.22.147 Ζητήσεις δὲ εἰ κατά τι τῶν σημαινομένων δύναται ὁ πρωτό τοκος πάσης κτίσεως εἶναι κόσμος, καὶ μάλιστα καθ' ὃ «σοφία» ἐστὶν ἡ πολυποίκιλος· τῷ γὰρ εἶναι παντὸς οὑτινοσοῦν τοὺς λόγους, καθ' οὓς γεγένηται πάντα τὰ ὑπὸ τοῦ θεοῦ ἐν σοφίᾳ πεποιημένα (ὥς φησιν ὁ προφήτης· «Πάντα ἐν σοφίᾳ ἐποίησας»), ἐν αὐτῷ, εἴη ἂν καὶ αὐτὸς «κόσμος», τοσούτῳ ποικιλώτερος τοῦ αἰσθητοῦ κόσμου καὶ διαφέρων, ὅσῳ διαφέρει γυμνὸς πάσης ὕλης τοῦ ὅλου κόσμου λόγος τοῦ ἐνύλου κόσμου, οὐκ ἀπὸ τῆς ὕλης ἀλλὰ ἀπὸ τῆς μετοχῆς τοῦ λόγου καὶ τῆς σοφίας τῶν κοσμούντων τὴν ὕλην κεκοσμημένων. 19.22.148 καὶ ὅρα εἰ δύναται ὁ λέγων· «Οὐκ εἰμὶ ἐγὼ ἐκ τοῦ κόσμου τούτου» ἡ ψυχὴ εἶναι τοῦ Ἰησοῦ ἐμπολιτευομένη τῷ ὅλῳ κόσμῳ ἐκείνῳ καὶ πάντα αὐτὸν ἐμπεριερχομένη καὶ χειραγωγοῦσα ἐπ' αὐτὸν τοὺς 19.22.149 μαθητευομένους. οὐδὲν ἔχει ἐκεῖνος ὁ κόσμος κάτω, ὡς οὐδὲ οὗτος, ὡς πρὸς τὸ ἀκριβὲς ἐξετάζοντι, ἄνω. πῶς γὰρ δύναται ἔχειν τι ὁ κόσμος οὗτος ἄνω, οὗ ἡ κτίσις καταβολή ἐστιν; οὐ γὰρ ὡς ἔτυχεν ἀκουστέον τοῦ «Πρὸ καταβολῆς κόσμου», ἐπίτηδες διὰ τοιαύτην ἐπίνοιαν πλασάντων ὄνομα τῶν ἁγίων τὸ τῆς καταβολῆς· καίτοι γε ἐδύναντο λέγειν «πρὸ κτίσεως κόσμου» καὶ μὴ χρήσασθαι τῷ τῆς 19.22.150 «καταβολῆς» ὀνόματι. ὅλος οὖν ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ ἐν κατα βολῇ ἐστιν· ἔξω δὲ καταβολῆς κόσμου παντὸς γίνονται οἱ τοῦ Ἰησοῦ γνήσιοι μαθηταί, οὓς ἐξελέξατο ἐκ τοῦ κόσμου, ἵνα μηκέτι ὦσιν ἐκ τοῦ κόσμου αἴροντες τὸν σταυρὸν ἑαυτῶν καὶ ἀκολουθοῦντες αὐτῷ. 19.23.n Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρ τίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 19.23.151 Πότε εἶπεν αὐτοῖς· «Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις «ὑμῶν», ἢ ὅτε ἔφασκεν· «Ζητήσετέ με, καὶ ἐν ταῖς ἁμαρτίαις ὑμῶν «ἀποθανεῖσθε»; τί δὲ τὸ αἴτιον τοῦ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀπο θνήσκειν ἀνθρώπους, ἢ τὸ μὴ «πιστεύειν ὅτι Ἰησοῦς ἐστιν ὁ χρι «στός»; αὐτὸς γάρ φησιν· «Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀπο 19.23.152 «θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν». εἰ δὲ ὁ μὴ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, δῆλον ὅτι ὁ μὴ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις αὐτοῦ πεπίστευκεν τῷ χριστῷ, ὁ δὲ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, κἂν λέγῃ πιστεύειν τῷ χριστῷ, ὡς πρὸς τὸ ἀληθὲς οὐ πεπίστευκεν αὐτῷ· ἐὰν δὲ λέγηται μὲν πίστις, χωρὶς δὲ ἔργων τυγχάνῃ, νεκρά ἐστιν ἡ τοιαύτη, ὡς ἐν 19.23.153 τῇ φερομένῃ Ἰακώβου ἐπιστολῇ ἀνέγνωμεν. τίς οὖν ἄρα ἐστὶν ὁ πιστεύων ἢ ὁ πεπονθὼς ἐκ τοῦ διακεῖσθαι κατὰ τὸν λόγον καὶ συμπεφυκέναι αὐτῷ τὸ μὴ ἐμπεσεῖσθαι ἄν, ὅσον μὲν ἐπὶ τούτοις 19.23.154 τοῖς ῥητοῖς, εἰς τὰ λεγόμενα πρὸς θάνατον εἶναι ἁμαρτήματα, ὅσον δὲ ἐπὶ τῷ «Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ «θεοῦ γεγέννηται», οὐχ ἁμαρτάνειν καὶ πρὸς ὅ τι δηποτοῦν τῶν παρὰ τὸν ὀρθὸν γινομένων λόγον; ἔτι δὲ μᾶλλον νοήσεις τί ἐστιν «Ἐὰν γὰρ μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρ «τίαις ὑμῶν», ἅ ἐστιν ὁ πρωτότοκος πάσης κτίσεως ἀναλογιζόμενος. 19.23.155 οἷον ὁ πιστεύων τί ἐστιν ἡ δικαιοσύνη οὐκ ἂν ἀδικήσαι, καὶ <ὁ> διὰ τὸ τεθεωρηκέναι ἥτις ἐστὶν ἡ σοφία, πεπιστευκὼς εἰς τὴν σοφίαν οὐκ ἄν τι μωρὸν λέγοι ἢ πράττοι, ἐπεὶ ὁ πιστεύσας τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ ἐν τῷ κατανενοηκέναι αὐτὸν οὐδὲν