ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητὰ τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τοῦ ἐπὶ πάντων, τὸ δὲ διαρκὲς πρὸς ἕκαστον ἐν τῷ διὰ πάντων, τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι τῆς δυνάμεώς ἐστι τοῦ Θεοῦ, ὥστε μηδένα εἶναι κενὸν πάντῃ αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν. καὶ τ<ὸ> ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ οὕτω νενοῆσθαι νομίζομεν. οὐκ ἐκ μέτρου μὲν δίδωι τὸ πνεῦμα καὶ τὴν χάριν ὁ Θεός, οὗ τῆ μεγαλωύνη αὐτοῦ οὐκ ἔτι πέρα· μέτρον δὲ δίδωσι φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη-καὶ οὐκ ἐξ ἔργων ἐστίν, ἐπεὶ ἡ χάρι οὐκέτι γίνεται χάρι- δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἰ καὶ μὴ ἐξ ἔργων δέ, ἀλλ' ἐπί τινός γε τῶν ἐφ' ἡμῖν. ἐκ πίτεω γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις, ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν καὶ ἡ χάρι αὐτοῦ ἡ εἰ ἐμὲ οὐκ εἰς κενὸν ἐγενήθη ἀλλὰ τοσόνδε ἐκοπίαα. [ iv 11, 12] καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἀλλ' ἑκάστῳ τῶν ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, ὥστε τοὺς μέν τινας εἶναι ἀποστόλους τοὺς δὲ προφήτας καὶ ἄλλους εὐαγγελιστὰς καὶ μετὰ τούτους ποιμένας καὶ ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμενον κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, δηλονότι καὶ ποιμένα ποιμαίνοντα μετ' ἐπιστήμης χρὴ χάρισμα ἔχοντα ποιμαίνειν· πῶς δὲ καὶ εὐαγγελιστής τις ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι, ἵν' οὕτως εἴπω, οἱ πόδε τῆς ψυχῆς; ἵνα δὲ γένωνται, Θεὸν δεῖ ὡραιότητα αὐτοῖς παρασχεῖν· ἀλλὰ καὶ προφήτην ἀπίτου ἐλέγχοντα καὶ ἀνακρίνοντα (τοιοῦτος γάρ ἐστιν ὁ τῆς καινῆς διαθήκης προφήτης), ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῇ ἐκκληίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ, μήποτε καὶ ἀποστόλους, οἷς δίδοται τὰ ημεῖα τοῦ ἀποτόλου κατεργάζεθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν. χρεία δὲ ἀποστόλων καὶ προφητῶν καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδο μῆται <καὶ> ἐνεργῇται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. [ iv 13-15] μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός. τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι, ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνέμους εἶναι τῆς διδασκαλίας τοὺς κλυδωνίζοντας καὶ περιφέροντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἢ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι· καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως, γενέσθαι καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ. ὧν ἐ<γ>γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι ἄνδρες χρηματίσ<ο> μεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας ἄκρως ἀπειληφότες· ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστον καὶ ἀμφί βολον περὶ αὐτῶν ἐν νηπίων ἕξει περιπατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν