1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

καὶ ἐπὶ τέλος φέρειν τὸν ἀναβιβαζόμενον. Τοῦ αὐτοῦ. Πρὸς τοὺς ἀπὸ τῆς Πεντατεύχου ζη τοῦντας τὴν μετὰ ταῦτα ζωὴν φήσομεν· Ἐπείπερ ἀψευδής ἐστιν ὁ εἰπὼν, Ἀναβιβάσω σε, ἀνεβίβασεν ἐν τῇ ζωῇ ταύτῃ ὕστερον, καὶ μετὰ τὴν ἔξοδον ἀνεβί βασεν αὐτὸν, ὅτε μετὰ τοῦτο Ἰωσὴφ ἐπέβαλε τὰς ἑαυτοῦ χεῖρας τοῖς ὀφθαλμοῖς τοῦ σώματος Ἰακώβ. Ἀνεβίβασεν δὲ ὁ Θεὸς, ἀνάγων μετὰ τὸ τέλος τοῦ βίου ἐπὶ τὸ παρ' ἑαυτῷ τέλος τὸν Ἰσραήλ. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον υἱοὶ Ἰσραὴλ Ἰακὼβ τὸν πατέρα αὐτῶν. Ὁ μὲν ἐλθὼν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσραήλ ἐστι, φέρων μετὰ πάντων τῶν αὐτοῦ, οἶμαι, Ἰακώβ· ὁ δὲ ἀνιστάμενος ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, Ἰακώβ ἐστιν· ἐδεῖτο γὰρ ἀναστάσεως οὐχ ὁ Ἰσραὴλ, ἀλλ' ὁ Ἰακώβ. Εἶτα μετὰ τοῦτο, δεόμενον ἀναλήψεως Ἰακὼβ πατέρα ἀνειλήφασιν υἱοὶ οὐχὶ Ἰακὼβ, ἀλλ' Ἰσραήλ. Τοῦ αὐτοῦ. Ἀπέστειλε Φαραὼ ἁμάξας ἆραι οὐ τὸν Ἰσραὴλ, ἀλλὰ τὸν Ἰακώβ. Εἰσῆλθεν εἰς Αἴγυπτον, οὐ κατέβη Ἰακώβ. Τῷ γὰρ Ἰσραὴλ εἴρηται, Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Εἰσῆλθεν εἰς Αἴγυπτον Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ' αὐτοῦ. Σπέρμα μὲν νῦν τοῦ Ἰα κὼβ λέλεκται· ἀνωτέρω δὲ υἱοὶ Ἰσραήλ. Πλὴν εἴπερ Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ εἰσῆλθεν εἰς Αἴ γυπτον, οὐκ εἰσῆλθεν δὲ Ἢρ, καὶ Αὐνὰν, οὐκ ἦσαν σπέρμα τοῦ Ἰακώβ. 12.141 Θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ. ∆ηλονότι τὰς θυγατέρας ἔχων μεθ' ἑαυτοῦ, καὶ τοὺς γαμβροὺς συνεπάγετο. Οὐ γὰρ ἠνείχετο ἔξω τῆς οἰκίας αὑτοῦ ἀποστέλλειν τὰς θυγατέρας, μήπως τραπεῖεν εἰς εἰδωλολατρείαν. Τοῦ αὐτοῦ. Εἰ μὴ ἔχει θυγατέρας ὁ Ἰακὼβ, πῶς αἱ θυγατέρες αὐτοῦ καταβαίνουσιν εἰς Αἴγυπτον; Μὴ τοίνυν ἀλληγορεῖται. Ἑξῆς δὲ λέγει ἐκ Λείας εἶναι, καὶ θυγατέρας λγʹ ∆ίνας ὀνομασθείσης. Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Υἱῶν, οὐκ Ἰακὼβ, ἀλλ' Ἰσραὴλ, εἰσελθόντων, οὐ καταβάντων εἰς Αἴγυπτον, τὰ ὀνόματα ταῦτά ἐστιν. Πρωτότοκος Ἰακὼβ, Ῥουβὴμ, καὶ τὰ ἑξῆς. Ἀνωτέρω εἰπὼν τὰ ὀνόματα τῶν υἱῶν εἶναι τοῦ Ἰσραὴλ, νῦν τοῦ Ἰακὼβ εἶναι πρωτότοκόν φησι τὸν Ῥουβήμ. Τοῦ αὐτοῦ. Σημειωτέον, ὅτι σὺν τοῖς γενομένοις ἐν γῇ Χαναὰν υἱοῖς Ἰακὼβ ἀριθμεῖ αὐτοὺς καὶ τοὺς ἐν Αἰγύπτῳ ὄντας υἱοὺς Ἰωσήφ. Συμβάλλεται γὰρ τοῦτο εἰς τὸ ἑξῆς ῥητὸν περὶ τὰ τέλη, ἔνθα φησίν· Ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆ, ὡς Ῥουβὴμκαὶ Συμεών. Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτῳ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυπτίων, καὶ μεῖ ναι ἐν τῇ κατὰ Θεὸν ζωῇ. ∆ιόπερ θαυμάζων ὁ Ἰακὼβ, εἶπε τῷ Ἰωσὴφ τὸ, Ἔτι γὰρ σὺ ζῇς. Ποιμένες προβάτων οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν .... Εἶπαν δὲ Φαραώ· Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. Παῤῥησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ. Εἶτα, ἵνα μὴ ταραχθῇ Φαραὼ, φασίν· Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων· Κατοικείτω σαν ἐν γῇ Γεσέμ. Ἐπειδὴ ἐν τοῖς Τετραπλοῖς, ἐξ ὧν καὶ τὸ ἀντίγραφον μετελήφθη πρὸς τὸν εἱρμὸν τὸν ἐν τῷ Ἑβραϊκῷ καὶ ταῖς ἄλλαις ἐκδόσεσι, δεί κνυται καὶ ἡ τῶν Ἑβδομήκοντα ἔν τισι τόποις μετατε θεῖσα, ὡς τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα γενέσθαι· ὅπερ καὶ ἐνταῦθα εὑρέθη παθοῦσα· τούτου χάριν παρεθήκαμεν ἀκολουθίαν. Ἔστι δὲ αὕτη· τῷ, Κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσὲμ, συν άπτεται τὸ, Εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· Κατοικεί τωσαν ἐν γῇ Γεσέμ. Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς· καὶ τὰ ἑξῆς. Εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς δυνατοὶ, κατά στησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Τοὺς τοῦ Ἰσραὴλ δυνατοὺς Φαραὼ βούλεται ἄρχοντας κατα στῆσαι Αἰγυπτίων κτηνῶν. Εἴ τις δέ ἐστι τοῦ Ἰσραὴλ δυνατὸς, φευγέτω τὸ ἐπὶ τούτοις βούλημα. Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπ' αὐτοῦ. Οὐκ ἂν, δίκαιον εὐλογήσας, ἀπ' αὐτοῦ ἐξῆλθε. Ζητητέον δὲ εἴποτε ἅγιόν τις εὐλογήσας 12.144 ἀπῆλθεν ἀπ' αὐτοῦ. Καὶ ἐνθάδε μὲν εὐλογῶν ἐξέρ χεται· ἀνωτέρω δὲ ὁ Ἰακὼβ εὐλογίας τυχὼν εἰσέρ χεται. Καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. Καὶ ποῦ ἔδει πᾶν τὸ Αἰγύπτου ἀργύριον καὶ