τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν· καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, οἷον οὐκ ἐπειδὴ ταπεινά, φησίν, εἶπον, ἐλάττω ἔχω τοῦ πατρός· εἶτα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων τοῦτ' ἔστιν οὐκ ἐπειδὴ δὲ πάλιν τὰ ὑψηλὰ καὶ θεοπρεπῆ εἶπον καὶ ἴΣον ἔδειξα τῷ πατρὶ ἐμαυτόν, διὰ τοῦτο ἀφίσταμαι τῶν ταπεινῶν καὶ φεύγω τὸ πάθος, ὃ ἑκὼν ὑφίστασθαι μέλλω, ἀλλὰ καὶ ὅτι θεός εἰμι δεικνύω καὶ τὴν οἰκονομίαν οὐκ ἀθετῶ. διὸ καὶ τὴν ψυχήν μου, φησίν, τίθημι ὑπὲρ τῶν προβάτων. 69 Jo 10, 25-31 Ἐρωτηθεὶς τότε μὲν εὐθέως οὐκ εἶπεν, ἀλλ' ἤλεγξεν τὴν πονηρίαν. εἶτα μετὰ τὸ ἐλέγξαι καὶ προκαταρτίσαι καὶ προμαλάξαι αὐτοὺς ὅΣον τὸ εἰς αὐτόν, φησίν, ἐρωτᾶτε, ἵνα ὑμῖν εἴπω ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. οἱ δὲ οὐ μόνον οὐδὲν ἐβελτιώθησαν μαθόντες ὅπερ ζητεῖν ἐδόκουν, ἀλλὰ καὶ λίθοις αὐτὸν βάλλειν ἐπεχείρησαν. 70 Jo 11, 18 Τί λέγει; ὁ γὰρ εὐαγγελιστὴς τὴν Βηθανίαν ἀπὸ τῶν ἹεροΣολύμων δεκαπέντε στάδια ἀπέχειν λέγει, οὐ τὸν τόπον, ἔνθα διέτριβεν ὁ Χριστὸς πρὸς τὴν Βηθανίαν. 71 Jo 11, 32 Καὶ διὰ τὸ ἤδη ταῦτα προειρῆσθαι τῇ ἀδελφῇ καὶ εἰδέναι, ὅτι πάντως ἐκείνη πάντα, ἃ ἤκουσεν, ἀπήγγειλεν τῇ ἀδελφῇ. 72 Jo 11, 33-38 Εἰ τὸ ἐνεβριμήσατο τῷ πνεύματι ἐπετίμησεν τῷ πάθει σημαίνει, πῶς ἐπάγει καὶ ἐτάραξεν ἑαυτὸν καὶ πάλιν ἸηΣοῦς οὖν ἐμβριμώμενος ἐν ἑαυτῷ; τί ποτ' οὖν ἐστι τὸ ἐνεβριμήσατο καὶ ἐμβριμώμενος; ἢ καλῶς εἴρηται τὸ ἐπετίμησεν σημαίνειν· εἰ γὰρ καὶ ἐπάγει τὸ καὶ ἐτάραξεν ἑαυτόν, οὐκ ἔστι τοῦτο μαχόμενον· ἐνεβριμήσατο μὲν γάρ, ὥστε μὴ πέρα τοῦ μέτρου πρὸς τὸ τῆς λύπης πάθος ἐξενεχθῆναι. ὅμως δὲ ἐνέδωκεν τῇ φύσει διὰ τῆς ταραχῆς μηνῦσαι τὸ πάθος. καὶ ἣν συμπάθειαν πρὸς τὸν τετελευτηκότα ἐφύλαττεν, διὸ καὶ ἐδάκρυσεν. ἀλλ' ἐδάκρυσε μέν, οὐκ εἰς θρῆνον δὲ ἀπηνέχθη. καὶ ἵνα μὴ τοῦτο οἷα τὰ ἀνθρώπινα γένηται-ἀπὸ γὰρ τοῦ δακρύειν καὶ εἰς τὸ θρηνεῖν ὑποσύρονται-πάλιν ἐνεβριμήσατο· φησὶν γάρ· ἸηΣοῦς οὖν πάλιν ἐμβριμώμενος, τοῦτ' ἔστι πάλιν ἐπιτιμῶν τῷ πάθει, ὃ ἐνδέδωκεν ἐπιδείξασθαι τὴν φύσιν διὰ τοῦ δακρῦσαι. τούτῳ οὖν ἐπιτιμῶν, ὥστε μὴ προαχθῆναι ἐπὶ πλέον, ἔρχεται εἰς τὸ μνημεῖον. καλῶς δὲ ἐν ἑαυτῷ φησιν· οὐ γὰρ λόγοις ἐπετίμα, ἀλλὰ τοῖς λογισμοῖς ἀνεῖργε τὸ πάθος. διὸ καὶ πρὸ μικροῦ ἐνεβριμήσατό φησιν. πῶς; τῷ πνεύματι; τοῦτ' ἔστιν οὐ προφέρων διὰ χειλέων τὴν ἐπιτίμησιν, ἀλλὰ κατὰ διάνοιαν καὶ ἐν τῷ πνεύματι ταύτην ποιούμενος, ὅπερ ἴΣον ἐστὶ τῷ ἐν ἑαυτῷ ἐμβριμώμενος. ἐνεμβρι μήσατο δὲ τῷ πνεύματι. ἐπειδὴ ἰδὼν κλαίοντας τοὺς περὶ Μαρίαν εἰς συμπάθειαν ὡς ἄνθρωπος καὶ φιλάνθρωπος ἐκλίθη. ἐπεὶ οὖν οὐκ ἔδει τὸν ἐπὶ σωτηρίᾳ καὶ ἀναστάσει τοῦ τεθνηκότος παραγενόμενον καὶ τοῖς ἄλλοις ὡς παραμυθίαν καὶ λύσιν τῆς λύπης γενησόμενον ἐν τῷ τῆς λύπης πάθει κατέχεσθαι, διὰ τοῦτο ἐπιτιμᾷ καὶ κωλύει τὴν ἀνθρωπίνην φύσιν εἰς θρῆνον κατενεχθῆναι, ἀλλ' ἐνδίδωσι μὲν ἐπὶ βραχὺ ἀληθεστάτην τὴν ἐνανθρώπησιν δεικνύς, ἀναστέλλει δὲ πάλιν εὐθὺς ἅμα μὲν ἡμᾶς παιδεύων μὴ ὀλοφύρεσθαι ἐπὶ τοῖς τελευτῶσιν, ἅμα δὲ τὸ μέγεθος προϋπογράφων τῆς μελλούσης <ἀναστάσεως>. 73 Jo 12, 21-23 Τίνα ἀκολουθίαν ἔχει τὸ εἰπεῖν τὸν Χριστόν· ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ καὶ τὰ ἑξῆς· τῶν γὰρ μαθητῶν ὡς εἰκὸς εἰπόντων, ὅτι θέλουσιν αὐτὸν οἱ Ἕλληνες ἰδεῖν, αὐτὸς ἔφη τὸ ἐλήλυθεν. τίνα οὖν ἀκολουθίαν ἔχει; πολλὴν μὲν οὖν· ἐπειδὴ γὰρ πρὸ τοῦ σωτηρίου σταυροῦ τοῖς ἰδίοις μόνοις ἐκήρυττεν, μετὰ τὸν σταυρὸν δὲ καὶ ὁ κόσμος ὅλος κατήκοος ἔμελλεν εἶναι τοῦ κηρύγματος, τῶν μαθητῶν εἰπόντων, ὅτι θέλουσί σε οἱ Ἕλληνες ἰδεῖν, μονονουχὶ αὐτοῖς ἀποκρίνεται, ὅτι ἔσται αὐτοῖς ὅπερ ἐπιζητοῦσι καὶ τεύξονται τῆς ἐπιθυμίας οὐκ εἰς μακράν· ἐφέστηκε γὰρ ὁ καιρὸς τοῦ σταυροῦ, μεθ' ὃν οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ Ἕλλησι καὶ παντὶ τῷ κόσμῳ ἡ εἰς ἐμὲ καταγγελθήσεται πίστις καὶ πᾶσιν ἡ τῆς σωτηρίας πύλη ἀναπετασθήσεται· πορευθέντες γάρ φησι μαθητεύσατε πάντα τὰ ἔθνη. λίαν οὖν ἀκολούθως ὁ δεσπότης