αἴτιον ἐν ἑαυτῷ τὸ αἰτιατὸν προ είληφε, πρώτως ὂν ὅπερ ἐκεῖνο δευτέρως· ἢ ἐν τῷ παραγομένῳ τὸ παράγον (καὶ γὰρ τοῦτο, μετέχον τοῦ παράγοντος, ἐν ἑαυτῷ δείκνυσι δευτέρως ὃ τὸ παράγον ὑπάρχει πρώτως)· ἢ κατὰ τὴν ἑαυτοῦ τάξιν ἕκαστον θεωρεῖται, καὶ οὔτε ἐν τῷ αἰτίῳ οὔτε ἐν τῷ ἀποτελέσματι· τὸ μὲν γὰρ ἔστι κρειττόνως ἢ ἔστι, τὸ δὲ χειρόνως ἢ ἔστι, δεῖ δέ που εἶναι καὶ ὅ ἐστιν· ἔστι δὲ καθ' ὕπαρξιν ἐν τῇ ἑαυτοῦ τάξει ἕκαστον. 66 Πάντα τὰ ὄντα πρὸς ἄλληλα ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ταὐτὰ ἢ ἕτερα. ἢ γὰρ περιέχει θάτερα, περιέχεται δὲ τὰ λοιπά· ἢ οὔτε περιέχει οὔτε περιέχεται, καὶ ἢ ταὐτόν τι πέπονθεν, ὡς ἑνὸς μετέχοντα, ἢ διακέκριται ἀλλήλων. ἀλλ' εἰ μὲν περιέχει, ὅλα ἂν εἴη· εἰ δὲ περιέχοιτο, μέρη· εἰ δ' ἑνὸς τὰ πολλὰ μετέχοι, ταὐτά ἐστι κατὰ τὸ ἕν· εἰ δὲ πλείω μόνον εἴη, ἕτερα ἀλλήλων ταύτῃ, καθὸ πολλά ἐστιν. 67 Πᾶσα ὁλότης ἢ πρὸ τῶν μερῶν ἐστιν ἢ ἐκ τῶν μερῶν ἢ ἐν τῷ μέρει. ἢ γὰρ ἐν τῇ αἰτίᾳ τὸ ἑκάστου θεωροῦμεν εἶδος, καὶ ὅλον ἐκεῖνο πρὸ τῶν μερῶν λέγομεν τὸ ἐν τῷ αἰτίῳ προϋποστάν· ἢ ἐν τοῖς μετέχουσιν αὐτῆς μέρεσι. καὶ τοῦτο διχῶς· ἢ γὰρ ἐν ἅπασιν ὁμοῦ τοῖς μέρεσι, καὶ ἔστι τοῦτο ἐκ τῶν μερῶν ὅλον, οὗ καὶ ὁτιοῦν μέρος ἀπὸν ἐλαττοῖ τὸ ὅλον· ἢ ἐν ἑκάστῳ τῶν μερῶν, ὡς καὶ τοῦ μέρους κατὰ μέθεξιν τοῦ ὅλου <ὅλου> γεγονότος, ὃ καὶ ποιεῖ τὸ μέρος εἶναι ὅλον μερικῶς. καθ' ὕπαρξιν μὲν οὖν ὅλον τὸ ἐκ τῶν μερῶν· κατ' αἰτίαν δὲ τὸ πρὸ τῶν μερῶν· κατὰ μέθεξιν δὲ τὸ ἐν τῷ μέρει. καὶ γὰρ τοῦτο κατ' ἐσχάτην ὕφεσιν ὅλον, ᾗ μιμεῖται τὸ ἐκ τῶν μερῶν ὅλον, ὅταν μὴ τὸ τυχὸν ᾖ μέρος, ἀλλὰ τῷ ὅλῳ δυνάμενον ἀφομοιοῦσθαι οὗ καὶ τὰ μέρη ὅλα ἐστίν. 68 Πᾶν τὸ ἐν τῷ μέρει ὅλον μέρος ἐστὶ τοῦ ἐκ τῶν μερῶν ὅλου. εἰ γὰρ μέρος ἐστίν, ὅλου τινός ἐστι μέρος· καὶ ἤτοι τοῦ ἐν αὐτῷ ὅλου, καθ' ὃ λέγεται ἐν τῷ μέρει ὅλον (ἀλλ' οὕτως αὐτὸ ἑαυτοῦ μέρος, καὶ ἴσον τῷ ὅλῳ τὸ μέρος ἔσται, καὶ ταὐτὸν ἑκά τερον)· ἢ ἄλλου τινὸς ὅλου. καὶ εἰ ἄλλου, ἢ μόνον ἐστὶν ἐκείνου μέρος, καὶ οὕτως οὐδὲν ἂν πάλιν τοῦ ὅλου διαφέροι, ἑνὸς ὄντος ἓν ὂν μέρος· ἢ μεθ' ἑτέρου (παντὸς γὰρ ὅλου τὰ μέρη πλείω ἑνός), κἀκεῖνο ἔσται, ἐκ πλειόνων ὄν, ὅλον ἐκ τῶν μερῶν ἐξ ὧν ἐστι· καὶ οὕτω τὸ ἐν τῷ μέρει ὅλον τοῦ ἐκ τῶν μερῶν ἐστι μέρος. 69 Πᾶν τὸ ἐκ τῶν μερῶν ὅλον μετέχει τῆς πρὸ τῶν μερῶν ὁλότητος. εἰ γὰρ ἐκ μερῶν ἐστι, πεπονθός ἐστι τὸ ὅλον (τὰ γὰρ μέρη ἓν γενόμενα τὸ ὅλον διὰ τὴν ἕνωσιν πέπονθε), καὶ ἔστιν ὅλον ἐν μὴ ὅλοις τοῖς μέρεσι. παντὸς δὲ τοῦ μετεχομένου προϋφέστηκε τὸ ἀμέθεκτον. ἡ ἄρα ἀμέθεκτος ὁλότης προϋπάρχει τῆς μετ εχομένης. ἔστιν ἄρα τι εἶδος ὁλότητος πρὸ τοῦ ἐκ τῶν μερῶν ὅλου, ὃ οὐ πεπονθός ἐστι τὸ ὅλον, ἀλλ' αὐτοο̈λότης, ἀφ' ἧς ἡ ἐκ τῶν μερῶν ὁλότης. ἐπεὶ καὶ τὸ μὲν ἐκ τῶν μερῶν ὅλον πολλαχοῦ καὶ ἐν πολλοῖς ἐστιν, ἐν ἄλλοις καὶ ἐν ἄλλοις ἐκ μερῶν οὖσι, τοῖς μὲν ἄλλων, τοῖς δὲ ἄλλων· δεῖ δὲ εἶναι τὴν μονάδα πασῶν τῶν ὁλοτήτων καθ' αὑτήν. οὔτε γὰρ εἰλικρινὲς ἕκαστον τῶν ὅλων τούτων, ἐπιδεὲς ὂν τῶν μερῶν ἐξ ὧν ἐστιν οὐχ ὅλων ὄντων· οὔτε ἐν τινὶ γεγονὸς τοῖς ἄλλοις ἅπασιν αἴτιον εἶναι δύναται τοῦ εἶναι ὅλοις. τὸ ἄρα τοῦ ὅλοις εἶναι τοῖς ὅλοις ἅπασιν αἴτιον πρὸ τῶν μερῶν ἐστιν. εἰ γὰρ καὶ τοῦτο ἐκ τῶν μερῶν, τὶ ὅλον ἔσται καὶ οὐχ ἁπλῶς ὅλον, καὶ πάλιν τοῦτο ἐξ ἄλλου, καὶ ἢ εἰς ἄπειρον ἢ ἔσται τὸ πρώτως ὅλον, οὐκ ἐκ μερῶν ὅλον, ἀλλ' ὅ ἐστιν ὁλότης ὄν. 70 Πᾶν τὸ ὁλικώτερον ἐν τοῖς ἀρχηγικοῖς καὶ πρὸ τῶν μερι κῶν εἰς τὰ μετέχοντα ἐλλάμπει καὶ δεύτερον ἐκείνων ἀπολείπει τὸ μετασχόν. καὶ γὰρ ἄρχεται πρὸ τοῦ μετ' αὐτὸ τῆς ἐνεργείας τῆς εἰς τὰ δεύτερα, καὶ σὺν τῇ ἐκείνου παρουσίᾳ πάρεστι, καὶ ἐκείνου μηκέτι ἐνεργοῦντος ἔτι πάρεστι καὶ ἐνεργεῖ τὸ αἰτιώτερον· καὶ οὐκ ἐν διαφόροις μόνον ὑποκειμένοις, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν ποτὲ μετεχόντων. δεῖ γὰρ (εἰ τύχοι) γενέσθαι πρῶτον ὄν, εἶτα ζῶον, εἶτα ἄνθρωπον. καὶ ἄνθρωπος οὐκέτι ἔστιν ἀπολιπούσης τῆς λογικῆς δυνάμεως, ζῶον δὲ ἔστιν ἐμπνέον καὶ αἰσθανόμενον· καὶ τοῦ ζῆν πάλιν ἀπολιπόντος μένει τὸ ὄν (καὶ γὰρ ὅταν μὴ ζῇ τὸ εἶναι πάρεστι). καὶ ἐπὶ πάντων ὡσαύτως. αἴτιον δέ, ὅτι δραστικώτερον ὑπάρχον τὸ αἰτιώτερον πρότερον εἰς τὸ μετέχον ἐνεργεῖ (τὸ γὰρ αὐτὸ ὑπὸ τοῦ δυνατωτέρου