πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου ἦλθε· βούλεται δὲ ὁ Θεὸς ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν. Πόθεν σὺ παραγέγονας; Ὁ διάβολος κρύψας τὴν ἧτταν, ᾐσχύνετο γὰρ, τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. Εἰς τοῦτο γὰρ ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας, Ἔκδος μοι τὰ ὑπάρχοντα τοῦ Ἰώβ; διὰ τί κρύπτεις τὸν ἀγῶνα, ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης; Εἰπὲ τὸν ἀγῶνα, κατηραμένε, εἰπὲ καὶ τὴν πάλην, ἵνα κηρύξῃς τὴν νίκην. Ἀλλ' ὃ ἔκρυψε φθονῶν ὁ διάβολος, ἀνυμνεῖ τῇ ἐναρέτῳ φιλοσοφίᾳ ὁ πάντων ∆εσπότης. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου; Ὃ κρύπτεις, ἐγὼ γνωρίζω. Ἐρωτᾷ γὰρ ὁ Θεὸς πολλάκις, οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα τῶν ἐρωτωμένων γυμνάσῃ τὴν πρόθεσιν, εἰ εὐγνωμόνως ὁμολογοῦσιν. Οὕτως ἠρώτησε τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ἠβουλήθη αὐτὸν τὸν τὸ κακὸν δράσαντα κἂν κατήγορον ἑαυτοῦ στῆναι, ἵνα ἡ αὐτοῦ κατηγορία ἀμβλύνῃ τὸ μέγεθος τοῦ ἐγκλήματος. Πᾶς γὰρ ἑαυτοῦ κατηγορῶν πραΰνει τοῦ δικαστοῦ τὴν ἀγανάκτησιν. Ὥσπερ οὖν τότε ἠρώτα τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ὁ δὲ νομίσας τὴν ἐρώτησιν ἀπὸ ἀγνοίας εἶναι, λέγει, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί; καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσιν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς· οὕτως ἐὰν ἐρωτήσας ἴδῃ ἀγνωμονοῦντα, ἐλέγχει κακουργοῦντα. Καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν διάβολον οὐ μανθάνει παρ' αὐτοῦ τὴν ἧτταν, ἣν ὑπέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧτταν, καὶ ἀνυμνεῖ τοῦ δικαίου τὴν νίκην. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν ἄκακος ἐπὶ τῆς γῆς; Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ μὴ παρέρχου τὰ ῥήματα τῶν θείων Γραφῶν. Ἐν τῇ πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ, Ἄκακος, ἀλλ' ἐν τῇ δευτέρᾳ. Ἐν τῇ πρώτῃ ὁ Θεός· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Τὸ, Ἄκακος, ἐκεῖ οὐ προσέθηκε· μετὰ δὲ τὴν νίκην καὶ τὸν ἀγῶνα προστίθησιν αὐτῷ ὥσπερ στέφανον τὴν εὐφημίαν συνᾴδουσαν αὐτοῦ τοῖς ἀγωνίσμασιν. Ἐπειδὴ γὰρ μυρία πάσχων, ἀκάκως ἤνεγκε τὴν συμφορὰν, μὴ βλασφημήσας κατὰ τοῦ ∆εσπότου, ἀλλ' ἀγαθότητι κρίνας τὰ πάντα, καὶ εἰρηκώς· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐπειδὴ ἀκακίας ἦν τὸ ῥῆμα, ἀκακίας αὐτοῦ πλέκει τὸν στέφανον, ὅτι Οὐκ ἔστι τῶν κατ' αὐτὸν ἄνθρωπος ἄκακος. Σὺ δὲ διὰ τί εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς; ἀντὶ τοῦ, Μάτην αὐτοῦ τῇ περιουσίᾳ ἐφθόνησας; Εἶπες προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα· ἐγυμνώθη τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς ἀληθείας. Σὺ οὖν, διάβολε, εἶπες ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. Οὐκ ἀπορεῖ ἡ κακία τῆς ἑαυτῆς πονηρίας. Εὑρίσκει πάλιν ὑπόνοιαν ἄλλην δυναμένην σβέσαι τοῦ ἐναρέτου τὴν ἀνδρείαν. Λέγει οὖν τῷ Θεῷ· ∆έρμα ὑπὲρ δέρματος, καὶ πάντα, ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Οὐδὲν, φησὶ, μέγα, εἰ ἀπώλεσε κτήματα· ἡδέως πάντων κατεφρόνησεν, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλ' εἰ βούλει δοκιμάσαι αὐτὸν, Τῶν σαρκῶν αὐτοῦ ἅψαι· ἧ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Τὸ, Εὐλογήσει, ἀντὶ τοῦ, Καταράσεται. Ἡ γὰρ Γραφὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκάλυψε. βʹ. Καὶ διὰ τί ταῦτα γέγραπται; Ἵνα σὺ ὁ πιστὸς μάθῃς, ὅτε τῶν ἀλλοτρίων κακῶν διηγῇ τὰ αἰσχρὰ, καλύπτειν αὐτὰ τῇ σεμνότητι τῶν λέξεων. Μὴ σεμνύνου αἰσχρὰ πράττων, ἀλλὰ σεμνύνου ὅταν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν. ∆ιὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Πᾶν ῥῆμα αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἶτα ὁ Θεὸς παραδίδωσιν εἰς δευτέραν πεῖραν τὸν ἀγωνιστὴν, οὐκ αὐτὸς ἐκ τῆς πείρας μανθάνων οἷος ἦν ὁ ἀγωνιστὴς, ἀλλὰ τὸν διάβολον καταισχύνων ἐκ τῆς πείρας. Θεὸς γὰρ πρὸ τῶν ἁπάντων οἶδε τὰ πάντα. Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου, καὶ ἔπαισε τὸν