Ἀζαρίαν, ἔτος ἄγωναὐτὸς ὄγδοον τῆς βασιλείας· τὸ δὲ τρίτον ὅτε ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκίου ἀνῆλθε, καὶ τὸν μὲν ναὸν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν ἐξετύφλωσε, καὶ τοὺς υἱοὺς αὐτοῦ σὺν ἑτέροις κατέσφαξε, καὶ τὸ λοιπὸν πλῆθος ἀπήγαγεν εἰς αἰχμαλωσίαν, ἔτος ἄγων αὐτὸς τῆς βασιλείας ἐννεακαιδέκατον. Ναβουχοδονόσορ πρὸς τοῖς δεκαεννέα ἔτεσιν οἷς πρότερον ἐκράτησε, βασιλεύει ἔτη εἴκοσι καὶ πέντε. προεφήτευον δὲ ἐπ' αὐτοῦ οἱ εἰρημένοι ∆ανιὴλ καὶ Ἰεζεκιήλ. Μαρωδὰχ τοῦτον διαδεξάμενος βασιλεύει ἔτη δώδεκα. Βαλτάσαρ ὁ τούτου ἀδελφός, υἱὸς Ναβουχοδονόσορ, ἐβασίλευσεν ἔτη τέσσαρα· ἔτι ἐπὶ τούτου ∆ανιὴλ προφητεύει, καὶ ἐπιλύεται αὐτῷ τὸ ὅραμα ὃ δειπνῶν ἐθεάσατο καὶ πίνων εἰς τὰ ἱερατικὰ ἐκπώματα. τοῦτον ἀκολούθως τῇ τοῦ ὁράματος ἑρμηνείᾳ κατὰ τὴν ἐχομένην νύκτα ∆αρεῖος ἀνελών, ὁ τοῦ Ἀσουήρου υἱός, ἐκράτησε τῆς ἀρχῆς. ∆αρεῖος ὁ εἰρημένος τοῦ Ἀσουήρου υἱός, ὃς ἐπεκλήθη Ἀστυάγης, ἐβασίλευσεν ἔτη δεκαεπτά. 46 ἐπὶ τούτου ∆ανιὴλ εἰς τὸν λάκκον ἐμβάλλεται τῶν λεόντων, καὶ μηδὲν ὑπ' αὐτῶν παθὼν ἑβδομαῖος ὑπὸ τοῦ βασιλέως ἀνιμᾶται, καὶ τῶν ἑβδομάδων αὐτῷ τὸ μυστήριον ἀποκαλύπτεται. καὶ εἴ τις ἀκριβῶς τῶν ἑβδομάδων ἐξετάσαι βουληθείη τὸν λόγον καὶ διαριθμήσασθαι τοὺς χρόνους, ἀρξάμενος ἀπὸ ἐξόδου λόγου κατὰ τὸν προφήτην τοῦ οἰκοδομηθῆναι Ἱερουσαλήμ, τουτέστιν ἀπὸ Νεεμίου υἱοῦ Ἀχελῆ, τοῦ ἀρχιοινοχόου Ἀρταξέρξου, ὃς ἀξιώσας καὶ ἐπιτραπεὶς ἄνεισιν οἰκοδομήσων τὰ Ἱεροσόλυμα, εὑρήσει τὰς οʹ συμπεραιουμένας ἑβδομάδας, τουτέστι τετρακόσια ἐνενήκοντα ἐπὶ τὸν καιρὸν ἐκεῖνον, ὅτε παλαιοῦται τὸ παράπτωμα καὶ συντελεῖται ἡ ἁμαρτία καὶ σφραγίζεται ὅραμα καὶ προφητεύει καὶ χρίεται ἅγια ἁγίων, τουτέστιν ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν λοιπὴν πραγματείαν. Κῦρος ὁ Πέρσης καταλύσας τὴν Μήδων καὶ Ἀσσυρίων δυναστείαν, κρατήσας τε τῆς Ἀσίας ἁπάσης, ἐβασίλευσεν ἔτη λαʹ. τούτου τῷ πρώτῳ ἐνιαυτῷ ἑβδομηκονταετὴς χρόνος τῆς μετοικεσίας συμπληροῦται. ἐν δὲ τῷ ἐρχομένῳ ἔτει συγχωρεῖ τοὺς δυναμένους τῶν Ἑβραίων οἰκίζειν ἀνελθόντας τὰ Ἱεροσόλυμα, καὶ τὸν ναὸν ἀνοικοδομηθῆναι προσέταξε. τῆς δὲ ἐπανόδου ἡγεῖτο Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ μέγας ἱερεὺς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, καὶ προεφήτευον Ἀγγαῖος καὶ 47 Ζαχαρίας ὁ τοῦ Ἀδδώ. καταθέμενοι δὲ οἱ περὶ τὸν Ἰησοῦν τοῦ ναοῦ τὴν ἕδραν, ἐφ' ὅλα μβʹ ἔτη τὸ ἔργον ἐκωλύοντο συμπεραιῶσαι, μέχρις οὗ ∆αρεῖος ὁ υἱὸς Ὑστάσπεω δευτέρῳ ἔτει τῆς ἑαυτοῦ βασιλείας τοὺς ἐμποδίζοντας ἀναστείλας τελείαν ἐπιτρέπει τοῦ ναοῦ τὴν κατασκευήν, καὶ συμπληροῦται ἐν ἄλλοις τέτρασιν ἔτεσιν, ὥστε συντελεσθῆναι αὐτὸν ἐν ὅλοις ἔτεσι τεσσαρακονταέξ. φανερὰ δέ ἐστι τῶν ὑποκειμένων ἡ ἀπόδειξις. Καμβύσης ὁ καὶ Ἀρταξέρξης (ὁ αὐτὸς δέ ἐστιν ὁ καὶ ἐν τῷ Ἔσδρα λεγόμενος Ἀρθασασθὰ) τὸν Κῦρον ὁ υἱὸς διαδεξάμενος ἐβασίλευσεν ἔτη ὀκτώ. Σφενδάτις καὶ Κιμάρδιος ἀδελφοὶ Μάγοι, Μῆδοι τῷ γένει, ἐπιθέμενοι βασιλεύουσι μῆνας ἑπτά. ∆αρεῖος ὁ Κύρου μὲν ἀπόγονος, Ὑστάσπου δὲ υἱός, τοῖς Μάγοις ἐπιθέμενος καὶ κρατήσας ἐβασίλευσε μέχρι συμπληρώσεως Ἱερουσαλὴμ ἔτη ἓξ καὶ πρὸς τούτοις ἄλλα τριάκοντα, ὥστε βεβασιλευκέναι ἔτη λʹ. κατὰ τούτους τοὺς χρόνους Πυθαγόρας ὁ φιλόσοφος ἐτελεύτησε καὶ Ἱπποκράτης ὁ ἰατρὸς ἐγνωρίζετο. Ξέρξης ὁ ∆αρείου υἱὸς ἐβασίλευσεν ἔτη κʹ. Ἀρτάβανος ἐβασίλευσε μῆνας ζʹ. Ἀρταξέρξης ὁ Ξέρξου ὁ μακρόχειρ (καὶ οὗτος ἐν τῷ Ἔσδρα Ἀρπασασθὰ κέκληται) ἐβασίλευσεν ἔτη μαʹ. ἐπὶ τούτου τὰ κατὰ Ἐσθὴρ καὶ Μαρδοχαῖον καὶ Ἀμμᾶν ἐπράχθη· καθ' ὃν καιρὸν καὶ Ἔσδρας προεφήτευε. συγχωρήσαντος Ἀρταξέρξου Ἔσδρας ὁ ἱερεὺς τοὺς ὑπολοίπους ἀναγαγὼν εἰς Ἰσραὴλ 48 τὸν νόμον ἐξεπαίδευε. Νεεμίας τε ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, ἀνὴρ ἐκ γένους ὢν ἱερατικοῦ, παρακαλέσας τὸν βασιλέα καὶ ἐπιτραπεὶς ἄνεισιν εἰς τὴν Ἰουδαίαν καὶ τὴν Ἰσραήλ. τειχίζει δὲ αὐτήν, τῶν ἐπιθεμένων ἕνεκα ὅπλοις τοὺς ἐνεργοῦντας περιτειχίσας, καὶ τὸν λαὸν σὺν τῷ Ἔσδρᾳ τῷ Μωϋσέως ἐξεπαίδευε νόμῳ, πᾶσαν ἐξ αὐτῶν Ἑλληνικὴν ἀποκινήσας