15
ΚΗʹ. Ἀνακεφαλαίωσις τῆς πίστεως. Τοίνυν μίαν τῆς Τριάδος τὴν φύσιν εἶναι
πιστεύο μεν, μίαν οὐσίαν ἐν τρισὶν ἰδιότησιν γνωριζομένην, τὴν ἐξουσίαν ἀμέριστον, τὴν βασιλείαν ἀδιαίρετον, μίαν θεότητά τε καὶ κυριότητα. Οὕτω γὰρ καὶ μονὰς ἐν τῷ ταὐτῷ τῆς οὐσίας δείκνυται, καὶ ἡ Τριὰς οὐκ ἐν ψιλοῖς τοῖς ὀνόμασι, ἀλλ' ἐν ταῖς ὑποστάσεσι γνω ρίζεται. Οὐ γὰρ ἓν λέγομεν τριώνυμον κατὰ τὴν τοῦ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου συναίρεσίν τε καὶ σύγχυσιν· οὐ τρία ἀλλόφυλά τε καὶ ἑτεροού σια, ἄνισα καὶ ἀνόμοια, ἀλλήλων ὑπερκείμενα, νῷ καὶ γλώττῃ μετρούμενά τε καὶ ταλαντευόμενα. κατὰ τὴν Ἀρείου διαίρεσίν τε καὶ ἀλλοτρίωσιν καὶ δυσσεβῆ πολυπραγμοσύνην· ἀλλὰ τρεῖς μὲν τὰς ὑποστάσεις, μίαν δὲ τῆς Τριάδος τὴν φύσιν ἀσώματον, ἄτρεπτον, ἀναλλοίωτον, ἀτελεύτητον, ἀθάνατον, ἄπειρον, ἄφθαρτον, ἀπερίγραπτον, ἀπερίληπτον, ἀόρατον, ἀσαφῆ, ἄῤῥητον, ἄφραστον, ἀκατάληπτον, ἀνέφικτον, ἀπερινόητον, αὐτοζωὴν, φῶς νοερὸν, πηγὴν ἀγαθῶν, θησαυρὸν σοφίας, δημιουργὸν τῶν ὄλων, κυβερνῶσαν τὰ πάντα, σοφίαν ἰθύνουσαν τὸ τῆς κτίσεως σκάφος. Ταύτην τὴν πίστιν κατέχομεν· ταύτην γὰρ παρὰ τῶν θεολόγων ἀνδρῶν ἐδιδάχθημεν. Πρὸς δὲ τοὺς ἀπὸ συλλογισμῶν διαλεγομένους, εἴπωμεν· Ἐκείνη σου ἡ μερὶς, ἐκεῖνος ὁ κλῆρος, ἡμῶν δὲ μερὶς Κύριος, ᾧ ἀκολουθοῦντες, τὴν ὀρθὴν 75.1189 ὁδὸν οὐ καταλείψομεν· ἔχομεν γὰρ καὶ τὴν θείαν Γραφὴν διδάσκουσαν· διὸ βοῶμεν εἰκότως· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Τούτῳ τῷ φωτὶ περιλαμπόμενοι, τῶν προωδευκότων πατέρων τὰ ἴχνη γνωρίσωμεν, ἐκείνοις ἀκολουθήσωμεν μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.