15
ποιημάτων. Ἐγὼ δὲ τὰ πλεῖστα καταλιπὼν, ἐπὶ τὰ συνεχῆ τῆς γραφῆς μεταβήσομαι. Καὶ γὰρ οὗτος πάλιν ὁ σύλλογος εἰς πολλὰ τμήματα διῃρέθη ΚΕʹ. -Περὶ Ἀπελλοῦ καὶ Ποτίτου, καὶ Πρέ πωνος, καὶ τῶν ἄλλων. Ἀπελλῆς μὲν γὰρ τοῖς τοῦ Μαρκίωνος ἀγεννήτοις καὶ ἕτερον προστέθεικε Πύρινον. Οὗτος καὶ ἕτερον βιβλίον συνθεὶς, Φιλουμένης προφητείαν ὠνόμασε. Καὶ τῷ Χριστῷ δὲ περιτέθεικε σῶμα, οὐκ ἀνθρώ πειον, ἀλλ' ἐκ τῆς τοῦ κόσμου οὐσίας. Πότιτος δὲ, καὶ Βλάστος, καὶ Σύνερως, καὶ Πρέπων, καὶ Πί θων, διαφόρων διδασκαλιῶν προέστησαν· οὗτοι δὲ πάντες τὰς ἀφορμὰς ἐκ τῆς Μαρκίωνος ἐσχήκασιν βλασφημίας. Πλεῖστοι μέντοι κατὰ τῆσδε τῆς ἀσεβείας συνέγραψαν. Καὶ γὰρ Ἰουστῖνος ὁ φιλόσοφος καὶ 83.377 μάρτυς, καὶ Θεόφιλος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, καὶ Φίλιππος ὁ Γορτύνης ἐπίσκοπος, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ἐπίσκοπος Λουγδούνου, καὶ Μόδεστος, καὶ Ὠριγένης, καὶ Ῥόδων, καὶ Ἀδαμάντιος, καὶ Ἱππόλυτος, καὶ ὁ Ἐμεσηνὸς Εὐσέβιος, καὶ πάντες ἄριστα καὶ σοφώτατα τῆς βλασφημίας τὴν λύτταν διήλεγξαν. Κϛʹ. -Περὶ Μάνεντος. Ὁ δὲ Μάνης Πέρσης μὲν ἦν, ὥς φασι, τὸ γένος, τῆς δὲ δουλείας ἐπὶ πλεῖστον εἵλκυσε τὸν ζυγὸν, Σκυθιανὸς δὲ δουλεύων προσηγορεύετο· ὃς κλη ρονόμος τῆς δεσποίνης γενόμενος, οὐκ ἠγάπησε παρ' ἐλπίδα πλουτήσας, οὐδὲ ὕμνησε τὸν δοτῆρα τῶν ἀγα θῶν, ἀλλ' εἰς βλασφημίαν καὶ δυσσεβῆ μυθολογίαν τὴν γλῶτταν ἐκίνησεν, ὄργανον τελειότατον γενόμε νος τοῦ τῆς ἀληθείας ἐχθροῦ. Οὗτος δύο ἀγεννήτους καὶ ἀϊδίους ἔφησεν εἶναι, Θεὸν καὶ Ὕλην, καὶ προσ ηγόρευσε τὸν μὲν Θεὸν Φῶς, τὴν δὲ Ὕλην Σκότος· καὶ τὸ μὲν Φῶς Ἀγαθὸν, τὸ δὲ Σκότος, Κακόν, ἐπιτέθεικε δὲ καὶ ἄλλα ὀνόματα. Τὸ μὲν γὰρ Φῶς ὠνόμασε δένδρον ἀγαθὸν, ἀγαθῶν πεπληρωμένον καρπῶν· τὴν δὲ Ὕλην, δένδρον κακὸν, συμβαίνοντας τῇ ῥίζῃ φέρον καρπούς. Ἀφεστηκέναι τῆς Ὕλης ἔφησε τὸν Θεὸν, καὶ παντάπασιν ἀγνοεῖν, καὶ αὐτὸν τὴν Ὕλην, καὶ τὴν Ὕλην αὐτόν· καὶ σχεῖν, τὸν μὲν Θεὸν, τά τε ἀρκτῷα μέρη, καὶ τὰ ἑῷα, καὶ τὰ ἑσπέρια, τὴν δὲ Ὕλην τὰ νότια· αἰῶσι δὲ πολλοῖς ὕστερον διαστα σιάσαι πρὸς ἑαυτὴν τὴν Ὕλην, καὶ τοὺς ταύτης καρποὺς πρὸς ἀλλήλους· τοῦ δὲ πολέμου συστάντος, καὶ τῶν μὲν διωκόντων, τῶν δὲ διωκομένων, μέχρι τῶν ὅρων τοῦ Φωτὸς αὐτοὺς ἀφικέσθαι, εἶτα τὸ Φῶς θεασαμένους, ἡσθῆναί τε ἐπ' αὐτῷ, καὶ θαυμάσαι, καὶ βουληθῆναι πασσυδεὶ κατ' αὐτοῦ στρατεῦσαι, καὶ ἁρπάσαι, καὶ κερᾶσαι τῷ Φωτὶ τὸ ἴδιον σκότος. Ὥρμησεν οὖν, ὡς ὁ ἀσύστατος, καὶ φλήναφος, καὶ ἀνόητος ἔφησε μῦθος, ἡ Ὕλη μετὰ τῶν δαιμόνων, καὶ τῶν εἰδώλων, καὶ τοῦ πυρὸς, καὶ τοῦ ὕδατος, κατὰ τοῦ φανέντος Φωτός. Ὁ Θεὸς δὲ, τὴν ἀθρόαν στρατείαν ὀῤῥωδήσας· οὐ γὰρ εἶχε, φησὶ, πῦρ, ἵνα κεραυνοῖς χρήσηται, καὶ σκηπτοῖς, οὔτε ὕδωρ, ἵνα κατακλυσμὸν ἐπενέγκῃ, οὐδὲ σίδηρον, ἢ ἄλλο τι ὅπλον· τοιόνδε τι μηχανᾶται. Μοῖράν τινα τοῦ Φωτὸς λαβὼν, οἷόν τι δέλεαρ καὶ ἄγκιστρον τῇ Ὕλῃ προσ έπεμψε· προσκειμένη δὲ ἐκείνη, καὶ ὑπὲρ αὐτὸ στρω θεῖσα, κατέπιε τὸ πεμφθὲν, καὶ προσεδέθη, καὶ καθ άπερ τινὶ περιεπάρη πάγῃ. Ἐντεῦθεν ἀναγκασθῆ ναί φασι τὸν Θεὸν δημιουργῆσαι τὸν κόσμον. Τὰ δὲ τοῦ κόσμου μέρη οὐκ αὐτοῦ λέγουσιν, ἀλλὰ τῆς Ὕλης εἶναι ποιήματα. Ἐδημιούργησε δὲ, διαλῦσαι αὐτῆς τὴν σύστασιν βουληθεὶς, καὶ εἰς εἰρήνην ἀγαγεῖν τὰ μαχόμενα, ὥστε κατὰ βραχὺ καὶ τὸ ἀνακραθὲν τῇ Ὕλῃ Φῶς ἐλευθερῶσαι. Καὶ τὸν ἄνθρωπον δὲ οὐχ ὑπὸ τοῦ Θεοῦ πλασθῆναι λέγουσιν, ἀλλ' ὑπὸ τοῦ τῆς Ὕλης ἄρχοντος· Σακλᾶν δὲ τοῦτον προσαγορεύουσιν· καὶ τὴν Εὔαν ὡσαύτως ὑπὸ τοῦ Σακλᾶ καὶ τοῦ Νεβ 83.380 ρὼδ γενέσθαι· καὶ τὸν μὲν Ἀδὰμ θηριόμορφον κτισθῆναι, τὴν δὲ Εὔαν ἄψυχον καὶ ἀκίνητον· τὴν δὲ ἀῤῥενικὴν παρθένον, ἣν τοῦ Φωτὸς ὀνομάζουσι θυγα τέρα, καὶ Ἰωὴλ προσαγορεύουσιν, μεταδοῦναί φασι τῇ