15
τοὺς ἐπταικότας οὐκ ἐθελόντων ὁρᾷν. ϛʹ. "Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημο νεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" ∆ιὰ τοῦτο τῆς θεραπείας ἐπὶ τοῦ παρόντος ἀπολαῦσαι παρακαλῶ, ἐπειδὴ οἶδα, ὅτι τοῖς τόνδε τὸν βίον ἐξιοῦσι μετὰ τραυμάτων, οὐδεμία λοι πὸν θεραπεία δοθήσεται, οὐκέτι χώραν τῆς μετα νοίας ἐχούσης. [Καὶ κάλλιστα τῷ θείῳ ∆αβὶδ τοῦτο πεφιλοσόφηται· οὐ γὰρ ἐν θανάτῳ, ἀλλ' ἐν ζωῇ ἐστιν ὁ τοῦ Θεοῦ μεμνημένος. Οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν· καίγε ἴδιον τοῦτο τῆς ὀγδόης, τὸ μη κέτι καιρὸν εἰς παρασκευὴν ἀγαθῶν, ἢ κακῶν διδόναι τοῖς ἐν αὐτῇ γινομένοις. Ἀλλ' ὧν ἄν τις ἑαυτῷ καταβάληται διὰ τῶν ἔργων τὰ σπέρματα, τούτων ἀντιπαρέχειν τὰ δράγματα· οὗ χάριν ἐν ταῦθα ἐνεργεῖν νομοθετεῖ τὴν μετάνοιαν, ὡς ἐν τῷ ᾅδῃ τῆς τοιαύτης σπουδῆς ἀπρακτούσης. Φησὶ γάρ· Ἐπειδὴ μακρός μοι γέγονεν ὁ τῆς μετανοίας καιρὸς, δέδοικα μὴ φθάσῃ τὸν παρὰ σοῦ ἔλεον ὁ θάνατος, ἐν ᾧ τὰ τῆς ἐξομολογήσεως οὐκ ἔστι· τούτου 80.905 χάριν ἐπιταχῦναι τὸν ἔλεον αἰτῶ· εἶτα παιδεύει τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι. Ἄν τε γὰρ τὴν ἀσθέ νειαν προβαλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, τὰ δὲ παρ' ἡμῶν μὴ προστεθῇ, οὐδὲν ὄφελος ἡμῖν. ζʹ. "Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω." Οἶδα μὲν μεγάλα καὶ χαλε πὰ πλημμελήσας, ἀλλ' ὅμως δακρύων διηνεκῶς διατελῶ, καὶ τὰ ὑπ' ἐμοῦ τετολμημένα θρηνῶν. Καὶ μέντοι καὶ τὴν μιανθεῖσαν ὑπὸ τῆς παρανομίας κλίνην ἀεὶ δάκρυσιν ἀπολούσω, ἐκκαθῆραι ταύτην διὰ τούτων πειρώμενος· κἂν τύχω δὲ τῆς ἀφέσεως, οὐ παύσομαι τοῦτο ποιῶν. Τοῦτο γὰρ σημαίνει, "Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, καὶ βρέξω." ηʹ. "Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου." Αὐτό μου τὸ ὀπτικὸν τῆς διανοίας τετάρακται διὰ τὴν σὴν ἀγανάκτησιν, ∆έσποτα. Ὀφθαλμὸν γὰρ ἐνταῦ θα τὸν νοῦν προσηγόρευσε, διὸ καὶ ἑνὸς ἐμνημόνευ σεν. "Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου." Πάντων μοι, φησὶ, χαλεπώτερα τῶν ἐχθρῶν τὰ ὀνείδη· ταῦτα γάρ με δαπανᾷ, καὶ κατατήκει, καὶ γῆρας ἄωρον ἐπιφέρει. θʹ, ιʹ. "Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμε νοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τῆς τοῦ κλαυθμοῦ μου· ἤκουσε Κύριος τῆς δεή σεώς μου. Κύριος τὴν προσευχήν μου προσεδέξατο." Μηκέτι, φησὶν, ἐπιτωθαζέτωσάν μοι οἱ τὰς οἰκείας μὲν οὐχ ὁρῶντες παρανομίας, τὰ δ' ἐμὰ πλημμε λήματα κωμῳδοῦντες. Τῆς θείας γὰρ ἔτυχον εὐμε νείας, καὶ πέπεικα δι' ὧν ἠντιβόλησα παριδεῖν μὲν τὰ πλημμελήματα, μεταδοῦναι δὲ συγγνώμης. ιαʹ. "Αἰσχυνθείησαν, καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους." Ταῦτα τοίνυν εἰδότες, παύσασθε μὲν ἐμοὶ ὀνείδη προσφέ ροντες, τὰς δὲ οἰκείας εἰς νοῦν λαβόντες παρανο μίας, αἰσχύνης καὶ θορύβου καὶ ταραχῆς ἀναπλή σθητε. ∆ίκαιον γὰρ καὶ φόβου μεστὸν τὸ θεῖον κριτή ριον.
ΕΡΜΗΝ. ΤΟΥ Ζʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί."
Ἀποδιδράσκων ὁ μακάριος ∆αβὶδ τὸν ἀλάστορα καὶ πατραλοίαν υἱόν, εὗρε βοηθὸν τὸν Χουσὶ, ὃς πέπεικε τὸν Ἀβεσσα λὼμ μὴ κατὰ τὴν εἰσήγησιν τοῦ Ἀχιτόφελ παραυ τίκα διῶξαι τὸν πατέρα, ἀλλὰ τὸν λαὸν ἅπαντα 80.908 συναγεῖραι, καὶ τηνικαῦτα κατὰ τοῦ γεγεννηκότος στρατεῦσαι. Ἀχθεσθεὶς τοίνυν καὶ λίαν ἀδημονή σας ὁ Ἀχιτόφελ, ὡς αἱρετωτέρας ὀφθείσης τῆς τοῦ Χουσὶ συμβουλῆς, αὐτόχειρ αὐτὸς γενόμενος, τὴν δι' ἀγχόνης ἐδέξατο τελευτήν. Ὁ δέ γε θεῖος ∆αβὶδ τῆς ἐφόδου τὴν ἀναβολὴν καιρὸν εἰς φυγὴν λαβὼν, τῆς σωτηρίας ἔτυχε· τοῦτον τοιγαροῦν τὸν ψαλμὸν, οἷόν τινα ὕμνον καὶ προσευχὴν, τῷ σωτῆρι προσφέ ρει Θεῷ· προστίθησι δὲ