15
ἐξορίακαὶ ἡ Ἀρείου κατάλυσις μετὰ τὸ τριακοστὸν ἔτος Κωνσταντίνου γέγονε καὶ μετὰ τὰ ἐγκαίνια Ἱεροσολύμων· ὁ δὲ μέγας Ἀλέξανδρος ἔτι περιῆν. Ἀντιοχείας ἐπίσκοπος κεʹ Εὐφρόνιος ἔτη ηʹ. λβʹ. λδʹ. ϛʹ. ιζʹ. βʹ. ζʹ. αʹ. Τούτῳ τῷ ἔτει Εὐστάθιος, πρεσβύτερος Κωνσταντινουπόλεως, ἀποστολικὸν βίον ἐπανῃρημένος καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακώς, διαπρέπων ἐγνωρίζετο, καὶ Ζηνόβιος ἀρχιτέκτων, ὁ τὸ Μαρτύριον ἐν Ἱεροσολύμοις οἰκοδομήσας τῇ Κωνσταντίνου ἐπιταγῇ. Τῷ δ' αὐτῷ ἔτει πολλοὶ τῶν ἐν Πέρσαις Ἀσσυρίων ἐν Μεσοποταμίᾳ ὑπὸ Σαρακηνῶν ἐπιπράσκοντο, Πέρσαι δὲ ἐδήλωσαν πόλεμον πρὸς Ῥωμαίους· καὶ ἐπιβὰς Κωνσταντῖνος ὁ εὐσεβὴς τῇ Νικομηδέων πόλει κατὰ Περσῶν παραταξάμενος, ἀσθενήσας ἐκοιμήθη ἐν εἰρήνῃ, ὥς τινές φασιν Ἀρειανόφρονες τότε καταξιωθεὶς τοῦ ἁγίου βαπτίσματος ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας μετατεθέντος ἐν Κωνσταντινουπόλει· ὅπερ ψευδές ἐστιν, ὡς ἀποδέδεικται· ἐν γὰρ Ῥώμῃ ὑπὸ Σιλβέστρου ἐβαπτίσθη, ὡς προαπεδείξαμεν. ἔζησε δὲ τὰ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη ξεʹ, βασιλεύσας ἔτη λαʹ καὶ μῆνας ιʹ. γράψας δὲ διαθήκας τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὴν βασιλείαν κατέλιπεν, Κωνσταντίνῳ, Κώνστᾳ καὶ Κωνσταντίῳ, εὐσεβῶς καὶ πρᾴως τῇ ἀρχῇ χρησάμενος, πρῶτος βασιλεὺς Χριστιανῶν θεοῦ προνοίᾳ χρηματίσας πολλῶν βαρβάρων ἐκράτησεν ἀπὸ Βρεττανίας ἕως Περσικῆς καὶ τῶν ὁμοφύλων τυράννων, τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ τοὺς ἐχθροὺς ὀλέσκων. τὰς δὲ διαθήκας αὐτοῦ Ἀρειανῷ τινι πρεσβυτέρῳ ὑπὸ Κωνσταντίας, τῆς ἀδελφῆς αὐτοῦ, κακοφρόνως παρεισαχθέντι παρέθετο, ἐντειλάμενος μηδενὶ ταύτας παρασχεῖν πλὴν Κωνσταντίῳ, τῷ τῆς ἑῴας βασιλεῖ· ἐκέλευσε δὲ Ἀθανάσιον τῆς ἐξορίας ἐπανελθεῖν. Κωνστάντιος δὲ καταλαβὼν ἐκ τῆς ἑῴας τὸ τοῦ πατρὸς σῶμα ἐν τοῖς ἀποστόλοις κατέθετο. 34 ὁ δὲ ἀνόσιος Ἀρειανὸς πρεσβύτερος ἐπιδοὺς Κωνσταντίῳ τὰς διαθήκας πολλῆς ἔτυχε παρρησίας ἐν τοῖς βασιλείοις καὶ αὐτὴν τὴν βασιλίδα ἀρειανίζειν ἔπεισε συνεργὸν ἔχων Εὐσέβιον, τὸν τῶν εὐνούχων πρῶτον, καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ τοὺς ὁμόφρονας αὐτῶν Ἀρειανούς. Κόσμου ἔτη εωκθʹ. Τῆς θείας σαρκώσεως ἔτη τκθʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. λεʹ. Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιηʹ. Ἱεροσολύμων ἐπίσκοπος Μάξιμος ἔτη ϛʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφρόνιος ἔτη ηʹ. βʹ. Τούτῳ τῷ ἔτει Κωνσταντίνου τοῦ μεγάλου καὶ ἁγίου ἀναπαυσαμένου, οἱ τρεῖς υἱοὶ ἐκράτησαν τῶν Ῥωμαίων, τῆς μὲν ἑῴας Κωνστάντιος, τῶν δὲ Γαλλιῶν Κώνστας, καὶ Κωνσταντῖνος τῆς Ἰταλίας. Κωνστάντιος δὲ Ἀθανάσιον ἐκ τῆς ἐξορίας ἀνακαλεσάμενος μετὰ γραμμάτων συστατικῶν ἐν Ἀλεξανδρείᾳ ἀπέλυσεν· ὃν μετὰ πολλῆς χαρᾶς ἀπεδέξαντο οἱ Ἀλεξανδρεῖς, καὶ μάλιστα ὁ κλῆρος. Εὐσέβιος δὲ ὁ τοῦ Παμφίλου ἐν τῷ πρώτῳ λόγῳ κατὰ Μαρκέλλου καὶ ἐν τῷ τρίτῳ σφόδρα κατηγορεῖ τῶν τολμώντων κτίσμα λέγειν τὸν υἱὸν τοῦ θεοῦ· οὗ καὶ τὰς χρήσεις φέρων ὁ Σωκράτης ὑπεραπολογεῖται Εὐσεβίου σπουδάζων δεῖξαι, ὅτι οὐκ ἦν Ἀρειανόφρων. ἡ δὲ ἀλήθεια δείκνυσιν αὐτὸν ἀστατοῦντα τὸν λογισμὸν καὶ ἄλλοτε ἄλλως κατὰ τοὺς καιροὺς φερόμενον. εὐθὺς δὲ μετὰ τὸν μέγαν Κωνσταντῖνον ἀπέθανεν Ἀκάκιον μαθητὴν καὶ διάδοχον τοῦ θρόνου Καισαρείας ἐάσας, ἐλλόγιμον μὲν ἄνδρα, τὸν καὶ τὰ σύμμικτα συγγραψάμενον, τοῖς δὲ Ἀρειανοῖς λίαν συγκείμενον, δηλονότι τῇ πρὸς τὸν διδάσκαλον ὁμοφροσύνῃ. Τῷ δ' αὐτῷ ἔτει Σαβώρης, ὁ Περσῶν βασιλεύς, ἐπῆλθε τῇ Μεσοποταμίᾳ πορθήσων Νισίβιν, καὶ παρεκάθισεν αὐτὴν ἡμέρας ξγʹ, 35 καὶ μὴ κατισχύσας λαβεῖν αὐτὴν ἀνεχώρησεν. Ἰάκωβος δέ, Νισιβηνῶν ἐπίσκοπος, ἐν τῷ τῆς θεοσεβείας ἤθει διαμένων εὐχαῖς τὰ κατὰ γνώμην ῥᾳδίως ἐξήνυσεν· ὅστις καί, τῶν Περσῶν τὴν Νισίβιν ἐλπιζόντων καταστρέψασθαι, διημαρτηκέναι τῆς ἐλπίδος πεποίηκεν. αὐτίκα γὰρ τῆς μὲν πόλεως ὑπεχώρουν τῷ τῆς εὐχῆς πνεύματι διωκόμενοι, εἰς δὲ τὴν