[0] ΩΡΙΓΕΝΟΥΣ ΠΕΡΙ ΕΥΧΗΣ.

 [3] Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀργῆς „τοῦ ἀδελφοῦ„ ἑαυτοῦ Ἠσαῦ, ἀπῄ

 [5] Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν ε

 [6] Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα, οὐχ ᾗ τοιαῦτ

 [8] Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς. ὥσπερ οὐκ ἔ

 [10] Καὶ ταῦτα μὲν ὡς καθ' ὑπόθεσιν εἴρηται, καὶ εἰ μηδὲν ἕτερον ἡμῖν ἐπακολουθήσει εὐχομένοις, ὅτι τὰ κάλλιστα κερδαίνομεν, τὸ καθὸ δεῖ εὔχεσθαι νενο

 [12] Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι ”πνεύματι„ προσεύχονται „καὶ τῷ νοῒ,” φω

 [13] Εἰ δὲ Ἰησοῦς προσεύχεται καὶ μὴ μάτην προσεύχεται, τυγχάνων ὧν αἰτεῖ διὰ τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ ε

 [14] Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ ”αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν

 δέησιν μὲν οὖν καὶ ἔντευξιν καὶ εὐχαριστίαν οὐκ ἄτοπον καὶ ἀνθρώποις –ἁγίοις– προσενεγκεῖν: ἀλλὰ τὰ μὲν δύο (λέγω δὴ ἔντευξιν καὶ εὐχαριστίαν) οὐ μόνο

 πᾶς τοιγαροῦν ὁ ”τὰ ἐπίγεια„ καὶ „μικρὰ” αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου ”ἐπουράνια„ καὶ „μεγάλα” αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικ

 [18] Αὐτάρκως δὴ ἐν τούτοις, κατὰ τὴν δεδομένην χάριν, ὡς κεχωρήκαμεν, ὑπὸ θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ (ἀλλ' εἴθε καὶ ἐν ἁγίῳ πνεύματι, ὅπερ εἰ οὕτως ἔ

 [22] „–Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς–.” ἄξιον ἐπιμελέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος

 [24] ”–Ἁγιασθήτω τὸ ὄνομά σου–.„ ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ,

 [25] „–Ἐλθέτω ἡ βασιλεία σου–.” εἰ ”ἡ –βασιλεία τοῦ θεοῦ–„ κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν „μετὰ παρατηρήσεως” ”οὐκ ἔρχεται,„ „οὐδὲ ἐροῦσιν

 [26] ”–Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς–.„ ὁ Λουκᾶς μετὰ τὸ „–ἐλθέτω ἡ βασιλεία σου–” ταῦτα παρασιωπήσας ἔταξε: ”–τὸν ἄρτον ἡμῶν τὸν ἐπ

 [27] „–Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον–,” ἢ ὡς ὁ Λουκᾶς: ”–τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν–.„ ἐπεί τινες ὑπολαμβάνου

 [28] „–Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν–,” ἢ ὡς ὁ Λουκᾶς: ”–καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ

 [29] ”–Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ„: τὸ δὲ „ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ–” παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μ

 [31] Δοκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχ

XV. THY KINGDOM COME

Thy Kingdom Come. According to the word of our Lord and Savior, the Kingdom of God does not come observably, nor shall men say 'Lo it is here', or 'Lo is it there', but the Kingdom of God is within us; for the utterance is exceedingly near in our mouth and in our heart. It is therefore plain that he who prays for the coming of the kingdom of God prays with good reason for rising and fruit bearing and perfecting of God's kingdom within him.

For every saint is ruled over by God and obeys the Spiritual laws of God, and conducts himself like a well-ordered city; and the Father is present with him, and Christ rules together with the Father in the perfected Soul, according to the saying that I mentioned shortly before: We will come unto him and make abode with him. By God's kingdom I understand the blessed condition of the mind and the settled order of wise reflection; by Christ's kingdom the issue of words of salvation to their hearers and the practice of acts of righteousness and the other excellences; for the son of God is word and righteousness.

But every sinner is tyrannized by the ruler of this world, since every sinner is in conformity with the present evil world, and does not yield himself to Him who gave Himself for us sinners that He might release us from the present evil world and release us according to the will of God our Father, as it is expressed in the Epistle to Galatians. And he who, by reason of deliberate sin is tyrannized by the ruler of this world, is also ruled over by sin: wherefore we are bidden by Paul to be no longer subject to sin that would rule over us, and we are enjoined in these words, Let sin therefore not rule in our mortal body that we should obey its lusts.

But in reference to both clauses Hallowed Be Thy Name and Thy Kingdom Come, it may be urged that, if the suppliant prays them with a view to being heard and ever is heard, plainly his will be an instance, answering to what has just been said, of the name of God being hallowed and of the rise of the Kingdom of God, in which event how shall he any longer with propriety pray for things already present as though they not present, saying Hallowed be Thy Name: Thy Kingdom Come:?—And in that case it will sometimes be proper not to say Hallowed Be Thy Name: Thy Kingdom Come.

To this it may be replied that just as he who prays to obtain a word of knowledge and a word of wisdom will with propriety pray for them continually with the prospect of continually receiving fuller contemplations of wisdom and knowledge through being heard, although his knowledge of such things as he may be able in the present to receive is partial, whereas the perfect that annuls the partial shall then be manifested when the mind confronts its objects face to face without sensation—so perfection in our individual hallowing of the name of God and in the rise of His kingdom within us is not possible unless there also come perfection of knowledge and wisdom and it may be the other excellences.

We are wayfaring toward perfection if we forget the things behind, pressing on toward those before us. The kingdom of God within us will therefore be consummated in us as we advance without ceasing, when, the saying in the Apostle is fulfilled, that Christ, His enemies all made subject to Him, shall deliver the kingdom to God the Father that God may be All in All. For this reason let us pray without ceasing with a disposition made divine by the Word, and say to our Father in heaven: Hallowed Be Thy Name: Thy Kingdom Come. Of the kingdom of God it is further to be said by way of distinction that as righteousness has no partnership with lawlessness and light no community with darkness and Christ no argument with Belial, so a kingdom of sin is incompatible with the Kingdom of God.

If, accordingly we would be ruled over by God, by no means let sin rule in our mortal body nor let us obey its commands when it calls our soul forth to the works of the flesh that are alien to God, but let us mortify our members that are on earth and bear the fruits of the Spirit that the Lord may walk in us as in a spiritual garden, ruling alone over us with His Christ seated within us on the right of the Spiritual power that we pray to receive, sitting until all His enemies within us become a footstool for His feet and every rule and authority and power be undone from us.

These things may come to pass in the case of each of us, and death the last energy be undone, so that Christ may say within us also O death, where is your sting? O grave! Where is your victory? Even now, therefore, let our corruptible put on the holiness and incorruptibleness that consists in chastity and purity, and our mortal, death undone, wrap itself in the paternal immortality, so that, being ruled over by God, we may even now live amid the blessings of regeneration and resurrection.

[25] „–Ἐλθέτω ἡ βασιλεία σου–.” εἰ ”ἡ –βασιλεία τοῦ θεοῦ–„ κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν „μετὰ παρατηρήσεως” ”οὐκ ἔρχεται,„ „οὐδὲ ἐροῦσιν: ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ,” ἀλλὰ ”ἡ –βασιλεία– τοῦ θεοῦ ἐντὸς„ ἡμῶν „ἐστιν” (”ἐγγὺς„ γὰρ „τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματι” ἡμῶν ”καὶ ἐν τῇ καρδίᾳ„ ἡμῶν), δῆλον ὅτι ὁ εὐχόμενος –ἐλθεῖν τὴν βασιλείαν– τοῦ θεοῦ περὶ τοῦ –τὴν– ἐν αὐτῷ –βασιλείαν– τοῦ θεοῦ ἀνατεῖλαι καὶ καρποφορῆσαι καὶ τελειωθῆναι εὐλόγως εὔχεται: παντὸς μὲν ἁγίου ὑπὸ θεοῦ βασιλευομένου καὶ τοῖς πνευματικοῖς νόμοις τοῦ θεοῦ πειθομένου, οἱονεὶ εὐνομουμένην πόλιν οἰκοῦντος ἑαυτόν: παρόντος αὐτῷ τοῦ πατρὸς καὶ συμβασιλεύοντος τῷ πατρὶ τοῦ Χριστοῦ ἐν τῇ τετελειωμένῃ ψυχῇ κατὰ τὸ εἰρημένον, οὗ πρὸ βραχέος ἐμνημόνευον: „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα” (καὶ οἶμαι νοεῖσθαι θεοῦ μὲν –βασιλείαν– τὴν μακαρίαν τοῦ ἡγεμονικοῦ κατάστασιν καὶ τὸ τεταγμένον τῶν σοφῶν διαλογισμῶν, Χριστοῦ δὲ –βασιλείαν– τοὺς προϊόντας σωτηρίους τοῖς ἀκούουσι λόγους καὶ τὰ μὲν ἐπιτελούμενα ἔργα δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν: λόγος γὰρ καὶ δικαιοσύνη ὁ υἱὸς τοῦ θεοῦ): παντὸς –δὲ– ἁμαρτωλοῦ κατατυραννουμένου ὑπὸ τοῦ ἄρχοντος ”τοῦ αἰῶνος τούτου,„ ἐπεὶ πᾶς ἁμαρτωλὸς τῷ ἐνεστῶτι αἰῶνι πονηρῷ. ᾠκείωται, μὴ ἐμπαρέχων ἑαυτὸν τῷ δόντι „ἑαυτὸν περὶ τῶν ἁμαρτωλῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ” καὶ ”ἐξέληται„ „κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν” κατὰ τὰ ἐν τῇ πρὸς Γαλάτας εἰρημένα ἐπιστολῇ. ὁ δὲ κατατυραννούμενος ὑπὸ τοῦ ἄρχοντος τούτου τοῦ αἰῶνος τῷ ἑκουσίῳ τῆς ἁμαρτίας καὶ βασιλεύεται ὑπὸ τῆς ἁμαρτίας: διόπερ κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων: ”μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτῆς.„ ἀλλ' ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε „–ἁγιασθήτω τὸ ὄνομά σου–” καὶ τὸ ”–ἐλθέτω ἡ βασιλεία σου–,„ ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι –ἁγιασθήσεταί– ποτε τινὶ κατὰ τὰ προειρημένα „τὸ –ὄνομα–” τοῦ θεοῦ, ᾧ καὶ ”ἡ –βασιλεία–„ τοῦ θεοῦ ἐνστήσεται. εἰ δὲ ταῦτ' αὐτῷ ἔσται, πῶς ἔτι καθηκόντως εὔξεται περὶ τῶν παρόντων ἤδη ὡς μὴ παρόντων λέγων: „–ἁγιασθήτω τὸ ὄνομά σου: ἐλθέτω ἡ βασιλεία σου–”; εἰ δὲ τοῦτο, ἔσται ποτὲ καθῆκον μὴ λέγειν: ”–ἁγιασθήτω τὸ ὄνομά σου: ἐλθέτω ἡ βασιλεία σου–.„ λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου „γνώσεως” τυχεῖν καὶ λόγου ”σοφίας„ καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα „σοφίας” καὶ ”γνώσεως„ ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν „ἐκ μέρους” γινώσκων μὲν ὅσα ποτ' ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ –δὲ– τελείου καὶ καταργοῦντος ”τὸ ἐκ μέρους„ „τότε” φανερωθησομένου, ὅτε ”πρόσωπον πρὸς πρόσωπον„ ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς: οὕτως „τὸ τέλειον” τοῦ –ἁγιασθῆναι– ἑκάστῳ ἡμῶν ”–τὸ ὄνομα–„ τοῦ θεοῦ καὶ τοῦ ἐνστῆναι αὐτοῦ –τὴν βασιλείαν– οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ „–ἔλθῃ–” καὶ: ”τὸ„ περὶ τῆς „γνώσεως” καὶ ”σοφίας„ „τέλειον” τάχα δὲ καὶ τῶν λοιπῶν ἀρετῶν. ὁδεύομεν δὲ ἐπὶ τὴν τελειότητα, ἐὰν ”τοῖς„ „ἔμπροσθεν” ἐπεκτεινόμενοι τῶν ὄπισθεν ἐπιλανθανώμεθα. τῇ οὖν ἐν ἡμῖν –βασιλείᾳ– τοῦ θεοῦ ἡ ἀκρότης ἀδιαλείπτως προκόπτουσιν ἐνστήσεται, ὅταν πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι ὁ Χριστὸς, πάντων αὐτῷ τῶν ἐχθρῶν ὑποταγέντων, παραδώσει ”–τὴν βασιλείαν– τῷ θεῷ καὶ πατρὶ,„ „ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι.” διὰ τοῦτο ”ἀδιαλείπτως„ προσευχόμενοι μετὰ διαθέσεως τῷ λόγῳ θεοποιουμένης λέγωμεν τῷ ἐν οὐρανοῖς πατρὶ ἡμῶν: „–ἁγιασθήτω τὸ ὄνομά σου: ἐλθέτω ἡ βασιλεία σου–.” ἔτι δὲ περὶ –τῆς– τοῦ θεοῦ –βασιλείας– καὶ τοῦτο διαληπτέον, ὅτι, ὥσπερ οὐκ ἔστι ”μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ„ οὐδὲ „κοινωνία φωτὶ πρὸς σκότος” οὐδὲ ”συμφώνησις Χριστῷ πρὸς Βελίαρ,„ οὕτως ἀσυνύπαρκτόν ἐστι –τῇ βασιλείᾳ– τοῦ θεοῦ –βασιλεία– τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς „βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,” μηδὲ ὑπακούωμεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ ”τὰ ἔργα τῆς σαρκὸς„ καὶ τὰ ἀλλότρια τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν: ἀλλὰ νεκρώσαντες „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς” καρποφορῶμεν τοὺς καρποὺς ”τοῦ πνεύματος,„ ἵνα ὡς „ἐν” ”παραδείσῳ„ πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ, βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν „ἐκ δεξιῶν” καθημένῳ ἧς εὐχόμεθα λαβεῖν ”δυνάμεως„ πνευματικῆς καὶ καθεζομένῳ, „ἕως” πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται ”ὑποπόδιον τῶν ποδῶν„ αὐτοῦ καὶ καταργηθῇ ἀφ' ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ' ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ: „ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;” ἤδη τοίνυν ”τὸ φθαρτὸν„ ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ „ἀφθαρσίαν,” ”καὶ τὸ θνητὸν„ ἀμφιεσάσθω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν „ἀθανασίαν”: ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς.