16
17. Τοιαῦτα ὁ Ναρσῆς εἰπὼν ἐθάρσυνέ τε αὐτίκα τὸ στράτευμα καὶ μᾶλλον ἀκριβῆ τὴν πολιορκίαν πρὸς τοὺς Λουκανοὺς ἐποιεῖτο. ἐχαλέ παινε δὲ τοῖς ἄλλοις στρατηγοῖς, ἀνθ' ὧν τὰ ἐπίκαιρα χωρία κατα λιπόντες, οἱ δὲ ἐς Φαβεντίαν ἐτύγχανον ἀφιγμένοι καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. 2 ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα 32 χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐναντίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος εἶτα ἐπ' αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων ξυνέ βαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις. 3 οὔ κουν ἀνεκτὸν τοῦτο ἡγούμενος ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρα τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά τε αὐτοὺς τῆς δειλίας καὶ διελέγξοντα ὡς πεφώρανται τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήξοιεν. 4 Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτάτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος ὡς τάχιστα ᾔει. μόχθῳ δὲ ξὺν πολλῷ καὶ ἀγρυπνίᾳ τὴν πο ρείαν ἐποιοῦντο· ἀπόμοιρα γὰρ τῶν Φράγγων ἀνὰ τὰ τῇδε πεδία ἐφοίτων χιλοῦ τε ἕνεκα καὶ τῆς λείας, ἣν ἐκ τῶν ἀγρῶν ἀφῃροῦντο. 5 νύκτωρ τοιγαροῦν οἱ Ῥωμαῖοι τὰ πλεῖστα ἐχώρουν ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι καὶ διαμά χεσθαι, οὐκ ἀπαράσκευοι φανησόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροί κων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγοι τῆς ὕλης διατεμ νομένης. καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν περιβομβούμενοι μόλις ἐς Φαβεντίαν τε καὶ τὸ στρατόπεδον ἵκοντο. 6 τότε δὴ οὖν ἐς ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς «τί δὴ ταῦτα,» ἔφη ὁ Στέφανος, «ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λοῦκάν τε ἕλοι καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο, ὑμῶν γε μονονουχὶ ὥσπερ ἐν ξυνθή καις δίοδον τοῖς πολεμίοις παρασχομένων καὶ ἐφέντων αὐτοῖς, οἷ βού λοιντο, κατ' ἐξουσίαν ἰέναι; 7 καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν ἐπανελ θόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει χαλεπαίνων καὶ καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ ὦ λῷστοι, ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσει.» 33 18. Ταῦτ' ἀκούσαντες οἱ στρατηγοὶ καὶ Ναρσοῦ εἶναι ἐγνωκότες ὡς μὲν οὐ δίκαια σφίσιν ἐπικαλοίη, λέγειν οὐκ εἶχον, σκήψεις δέ τινας προΐσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν· μηδὲ γὰρ παρεῖναι Ἀντίοχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται· οὐ μέντοι ἀλλ' οὐδὲ τὸ χρυσίον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι. 2 Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφι κόμενος τόν τε ὕπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε καὶ τὰ ἀμφίβο λα ὡς οἷόν τε ἦν ἀκεσάμενος ἔπεισεν ἅπαντας αὐτίκα παλινδρομῆσαι καὶ αὖθις πρὸς τῇ Πάρμᾳ στρατοπεδεύσασθαι. 3 ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε, θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ καὶ σὺν προθυμίᾳ ἔχε σθαι τῶν πραγμάτων· μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ' εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων ἐν δέοντι αὖθις ἐφεδρευόντων. 4 Ναρσῆς δὴ οὖν τὸ λοιπὸν οὐκ ἀνεκτὸν εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ Λουκανοὶ ἐπὶ πλεῖστον ἀντέχειν οὕτω πως ἀνειμένα πολιορκούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἵ τε ἑλεπόλεις μηχαναὶ προσήγοντο καὶ ἀνὰ τὰς τύρσεις πυρφόρα ἐρρίπτοντο βέλη οἵ τε ἐς τὰ μεταπύργια φαινόμενοι ἐβάλλοντο λίθοις τε καὶ τοξεύμασιν· καὶ διετέμνετο