1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

16

εὐτυχίας κεκόλασται καὶ τὸ λίαν διαφθονεῖσθαι πεφεύγαμεν, καὶ τὸ λοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας ὡς ἐνθέν δε πάλιν νικᾶν ἀρχομένοις. 9 εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέ μιον, ἀλλ' εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, περιεσό μεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας καὶ τῶν ἐπιτηδείων ὥσπερ εἰκὸς ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴ που δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις· οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. 10 οὕτω παντα χόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή τί γε καὶ δεδιέναι. οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορ κίας καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προ θυμίᾳ παρεσκευάσθω.»

17. Τοιαῦτα ὁ Ναρσῆς εἰπὼν ἐθάρσυνέ τε αὐτίκα τὸ στράτευμα καὶ μᾶλλον ἀκριβῆ τὴν πολιορκίαν πρὸς τοὺς Λουκανοὺς ἐποιεῖτο. ἐχαλέπαινε δὲ τοῖς ἄλλοις στρατηγοῖς, ἀνθ' ὧν τὰ ἐπίκαιρα χωρία καταλιπόντες, οἱ δὲ ἐς Φαβεντίαν ἐτύγχανον ἀφιγμένοι καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. 2 ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα 32 χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐναντίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος εἶτα ἐπ' αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων ξυνέ βαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις. 3 οὔ κουν ἀνεκτὸν τοῦτο ἡγούμενος ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρα τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά τε αὐτοὺς τῆς δειλίας καὶ διελέγξοντα ὡς πεφώρανται τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήξοιεν. 4 Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτάτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος ὡς τάχιστα ᾔει. μόχθῳ δὲ ξὺν πολλῷ καὶ ἀγρυπνίᾳ τὴν πορείαν ἐποιοῦντο· ἀπόμοιρα γὰρ τῶν Φράγγων ἀνὰ τὰ τῇδε πεδία ἐφοίτων χιλοῦ τε ἕνεκα καὶ τῆς λείας, ἣν ἐκ τῶν ἀγρῶν ἀφῃροῦντο. 5 νύκτωρ τοιγαροῦν οἱ Ῥωμαῖοι τὰ πλεῖστα ἐχώρουν ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι καὶ διαμάχεσθαι, οὐκ ἀπαράσκευοι φανησόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροί κων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγοι τῆς ὕλης διατεμνομένης. καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν περιβομβούμενοι μόλις ἐς Φαβεντίαν τε καὶ τὸ στρατόπεδον ἵκοντο. 6 τότε δὴ οὖν ἐς ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς «τί δὴ ταῦτα,» ἔφη ὁ Στέφανος, «ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λοῦκάν τε ἕλοι καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο, ὑμῶν γε μονονουχὶ ὥσπερ ἐν ξυνθή καις δίοδον τοῖς πολεμίοις παρασχομένων καὶ ἐφέντων αὐτοῖς, οἷ βού λοιντο, κατ' ἐξουσίαν ἰέναι; 7 καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν ἐπανελ θόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει χαλεπαίνων καὶ καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ ὦ λῷστοι, ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσει.» 33

18. Ταῦτ' ἀκούσαντες οἱ στρατηγοὶ καὶ Ναρσοῦ εἶναι ἐγνωκότες ὡς μὲν οὐ δίκαια σφίσιν ἐπικαλοίη, λέγειν οὐκ εἶχον, σκήψεις δέ τινας προΐσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν· μηδὲ γὰρ παρεῖναι Ἀντίοχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται· οὐ μέντοι ἀλλ' οὐδὲ τὸ χρυσίον