ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, καὶ τιμῆς ὅτι μάλιστα πλείστης ἠξίωσε. Σχολάζοντος δὲ τοῦ Κωνσταντίνου πόλεως θρόνου, ταῖς οἰκείαις μηχανίαις χρώμενος τυραννικῶς κατ έσχεν τὸν τῆς βασιλευούσης θρόνον ὁ Εὐσέβιος. Ἐπι λαβόμενος δὲ τῆς μείζονος ἐξουσίας καὶ τοὺς ὁμό φρονας αὐτοῦ ἀποκατέστησεν εἰς τὰς τῆς Ἐκ κλησίας ὑπηρεσίας, ἐξεώσας τοὺς ἀξίως διενεργοῦν τας αὐτάς. Τούτου δὲ γενομένου κατὰ Ἀθανασίου λοιπὸν Ἀλεξανδρείας ἐσχόλαζον, πολλὰς κατ' αὐτοῦ σκαιο ρίας ἐπινοοῦντες. Ὁ δὲ βασιλεὺς δίκαιον ἡγήσατο καὶ Ἀθανάσιον καλέσαι εἰς τὰ ἐγκαίνια τῶν ἁγίων τόπων. Κελεύει οὖν πρῶτον ἐν Τύρῳ συνελθεῖν τὴν σύνοδον, καὶ τὰ κατὰ Ἀθανάσιον διασκέψασθαι, καὶ οὕτω δίχα πάσης διχοτομίας ὁρμῆσαι πάντας ἐπὶ τὴν ἑορτήν. Ἀπέστειλε καὶ τὸν αὐτοῦ ἀνεψιὸν ∆αλ μάτιον ἐπόπτην γενέσθαι τῆς συνόδου. Συν ελθόντων δὲ τῶν ἐπισκόπων ἐν Τύρῳ, παρῆν σὺν αὐ τοῖς καὶ ὁ τῆς Αἰλίας ἐπίσκοπος Μαξιμωνᾶς, ἀγνοῶν παντάπασι τὰ κατὰ Ἀθανασίου σωρευόμενα. Ὡς δὲ εἰσῆλθεν Ἀθανάσιος εἰς τὸ συνέδριον, περιέστη σαν αὐτῷ οἱ κατήγοροι, μεγάλα καὶ βαρέα αἰτιάματα φέροντες κατ' αὐτοῦ, ἅπερ ὑπέθεντο αὐτοῖς οἱ παρ όντες δικασταὶ, Εὐσέβιος ὁ Νικομηδείας καὶ οἱ περὶ αὐτόν. Ἀλλ' οὐκ ἴσχυσαν ἀποδεῖξαι, Ἀθανασίου ἀπολογουμένου, καὶ ἀράχνης δίκην διεσπῶντος τὰ ὑπ' αὐτῶν προτεινόμενα. Εἰς μανίαν δὲ τραπέντες οἱ κατήγοροι, ἐφ' οἷς ἐφωράθησαν ψευσάμενοι, συν έχεον ἅπαν τὸ συνέδριον, βοῶντες· Ἄρατε τὸν γόητα, γοητείᾳ γάρ τινι χρησάμενος πάντας ἐφίμωσε. Καὶ ἐφονεύθη ἂν Ἀθανάσιος, εἰ μὴ ὁ ἀνεψιὸς τοῦ βα σιλέως ἐξήγαγεν αὐτὸν διὰ στρατιωτῶν ἐκ χειρὸς αὐτῶν. Λόγος δὲ κρατεῖ, ὅτι Ἀθανάσιος ἐκεῖθεν φυγὼν, ἀνῆλθεν εἰς τὴν ἁγίαν πόλιν, καὶ ποιήσας εὐχὴν, καὶ τῷ ἁγίῳ μύρῳ χρίσας καὶ ἁγιάσας τοὺς εὐκτη ρίους οἴκους πρὸ τῆς τῶν λοιπῶν ἐπισκόπων παρ ουσίας, οὗτος κατέλαβε τὸν βασιλέα, πάντα τὰ κατ' αὐτοῦ ἐξειπών. Ὁ δὲ ἀκούσας καὶ θαυμάσας τῶν ἀντιδίκων αὐτοῦ τὴν πονηρίαν, καὶ τιμῆς μεγίστης ἀξιώσας αὐτὸν, μετὰ γραμμάτων βασιλικῶν ἀπέστειλεν ἐπὶ τὴν Ἀλεξάνδρειαν. Παραγενόμενοι δὲ οἱ ἐπί σκοποι εἰς Ἱερουσαλὴμ, φαιδρῶς λίαν ἐπετέλεσαν τὴν ἑορτὴν τῶν ἐγκαινίων, τοῦ βασιλέως ἀποστεί λαντος κειμήλια καὶ παντοδαπὰ χρυσᾶ τε καὶ ἀργυρᾶ, λίθοις τιμίοις πεποικιλμένα, καὶ περιπετάσματα πε ποικιλμένα καὶ πολύτιμα, καὶ χρήματα ἱκανὰ εἰς 4068 διάδοσιν τῶν πτωχῶν καὶ φιλοτιμίαν πάντων τῶν συν ερχομένων εἰς τὴν ἑορτήν. Ὡς δὲ ἤκουσε τὰ κατὰ τὰ ἐγκαίνια τῶν ἁγίων τόπων ὁ φιλόχριστος βασι λεὺς, πολλὰ εὐχαρίστησεν τῷ Θεῷ, καὶ μᾶλλον προσ ετέθη τῷ Χριστιανισμῷ. Ἦν δὲ τριακοστὸν τοῦτο ἔτος τῆς βασιλείας αὐτοῦ. Νόμον δὲ εὐθὺς ἔγραψε μετὰ βασιλικοῦ τύπου, ὥστε μὴ δύνασθαι φανῆναι Ἰουδαίους εἰς Ἱεροσόλυμα, ἀπὸ ἓξ σημείων κύκλῳ. Ἔχαιρε δὲ ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ, βλέπων καὶ τὰ βάρβαρα ἔθνη προσ τρέχοντα τῷ λόγῳ τῆς ἀληθείας, καὶ ἡδέως ὑποτασ σόμενα τῷ βασιλεῖ. Ἐπιβιώσας δὲ ἔτι ἔτος ἓν καὶ μῆνας ὀλίγους περιέπεσεν ἀῤῥωστίᾳ τινὶ, ἐν ᾗ καὶ βαπτισθεὶς ἐν Νικομηδείᾳ ἀπέθανεν. Ἀνεβάλ λετο δὲ τοῦτο ἕως τοῦ τοῦδε καιροῦ, ἐν τῷ Ἰορδάνῃ ποταμῷ τούτου ἀξιωθῆναι ποθῶν. Εὔθυμος δὲ γενόμενος διέθετο εὐσεβῶς, τοὺς τρεῖς υἱοὺς καταλείψας τῆς αὐτοῦ βασιλείας καὶ εὐ σεβείας κληρονόμους, τὸν πρεσβύτερον τὸν καὶ ὁμώ νυμον αὐτοῦ Κωνσταντῖνον ἄρχοντα ἀναδείξας τῶν ἑσπερίων μερῶν. Τὸν δὲ δεύτερον τὸν ὁμώνυμον τοῦ πάππου Κωνσταντίου, τῆς Ἀνατολῆς βασιλέα ἐχει ροτόνησεν, τὸν δὲ νεώτερον τῆς Εὐρώπης. Οὐδεὶς δὲ τούτων παρῆν εἰς τὴν αὐτοῦ τελευτήν. Τελευτᾷ δὲ ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς ὢν ἐτῶν ἑξήκοντα πέντε, ἐβασίλευσε δὲ εὐσεβῶς καὶ θεαρέ στως ἔτη τριάκοντα δύο, καὶ καταλείψας τὴν ἐπίγειον βασιλείαν, τῆς οὐρανίου ἀπελάβετο. Τὸ δὲ τίμιον αὐτοῦ λείψανον ἐν λάρνακι στρατιῶται χρυσέῳ
16