Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ἐτῶν ὄντα ὀκτώ· καὶ ἐποίησε τὸ εὐ θὲς ἐν πάσῃ ὁδῷ ∆αβὶδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴ δωλα πάντα καθεῖλε, γενόμενος ἐτῶν ι· τόν τε νό μον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε. Καὶ τὸ Πάσχα ἐκήρυξε, καὶ ἐποίησεν αὐτὸ, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου, φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὠλδὰ ἡ προφῆτις, γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ μετέστη σεν αὐτὸν Φαραὼ Νεχαώ. Καὶ ἐπὶ τούτου ἦν Ἱερε 28.325 μίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς καὶ μετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς αὐτοῦ μῆνας γʹ· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Μαν θανὰν υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσωρ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβα σίλευσεν ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα ἐκράτει, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σα μαρείας· καὶ γὰρ καὶ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν. Ὁμοῦ οἱ γεγονότες βασιλεῖς Ἱερουσαλὴμ ἀπὸ τοῦ ∆αβὶδ καὶ μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εἴ κοσι καὶ εἷς, ἄνευ δηλονότι τῆς Γοθολίας, βασιλευσά σης καὶ αὐτῆς, ὡς εἴρηται, μετὰ τελευτὴν τοῦ υἱοῦ αὐτῆς Ὀχοζίου ἔτη ἑπτά. Βασιλεῖς Ἰσραήλ. Ἑξῆς δὲ ῥητέον καὶ περὶ τῶν ἐν Σαμαρείᾳ γε νομένων βασιλέων τοῦ Ἰσραήλ· πῶς τε ἐκαλεῖτο ἕκαστος τούτων, καὶ πόσα ἐβασίλευσεν ἔτη, καὶ ὅπως ἐβίωσεν. Πρῶτος Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἐβασίλευσεν ἐν Σα μαρείᾳ, σχισθείσης τῆς βασιλείας, ἀνελθὼν ἀπ' Αἰγύπτου. Καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτε ρος. Φοβούμενος γὰρ μὴ καταλυθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· «Οὗτοι οἱ θεοί εἰσιν οἱ ἀναγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου.» Ἐπλά σατο δὲ καὶ ἱερέας αὐταῖς, καὶ οὕτως αὐτὸς ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ' αὐτὸν κατ ηκολούθησαν. Ἐβασίλευσε δὲ ἔτη κδʹ. Ἐπὶ τοῦτον ἦν προφήτης Ἀχιᾶ ὁ Σηλωνίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ' αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Βαασᾶ ἄλλου γένους ἔτη κδʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρῆ ἑτέ ρου γένους ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ· καὶ ἐποίησε τὸ πονηρὸν πλέον τῶν ἄλλων. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ' ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωαρὰμ, υἱὸς ἕτερος Ἀχαὰβ, ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἐπὶ τούτου ἀνελήφθη· 28.328 ὁ δὲ Ἐλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς,βασιλέως Ἰσραήλ. Ἦσαν δὲ ἐπὶ τούτοις καὶ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κηʹ. Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ, καὶ τοὺς προφή τας τοῦ Βάαλ ἐν πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε. Καὶ ἐν τούτῳ ποιήσας τὸ εὐθὲς, ἔσχεν ἐπαγγελίαν, ὅτι, Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ. Πλὴν οὐκ ἐφύλαξεν ἐν ὅλῃ καρδίᾳ τὸν νόμον· οὐκ ἀπέστη γὰρ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ διὰ τὰς δαμάλεις. Ἰοάχαζ υἱὸς αὐτοῦ ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονη ρόν. Ἰωᾶς υἱὸς αὐτοῦ ἔτη ιʹ· καὶ ἐποίησε τὸ πονη ρόν. Καὶ ἐπολέμει τὴν Ἱερουσαλὴμ,
16