ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ μυστηρίου, τῇ τῆς μιᾶς ὑποστάσεως ἀτιμίᾳ παντὸς τοῦ πληρώματος τῆς θεότητός ἐστιν ἡ βλασφημία. Τί οὖν ἐστιν ὑπὸ τοῦ Κυρίου πρὸς Ἰουδαίους λεγόμενον, ὅτι «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι;» Νουνεχῶς ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. ∆ιττὸν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότητος καὶ ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί· «Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο.» Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομάζει· καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν· ὅτι «Πνεῦμα ὁ Θεός·» τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώπου· καθὼς πάλιν ἀλλαχοῦ περὶ τῆς ἰδίας σαρκὸς αὐτοῦ φησι· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Εἰ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες Ἰουδαῖοι διττὴν πρὸς Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο. Οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ τοῦ ἀνθρώπου, προσκόπτοντες, προφήτην αὐτὸν, ἀλλ' οὐ Θεὸν εἶναι ἐνόμιζον· οἷς καὶ συγγνώμην ἔδωκεν· ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὕτω ἦν χωρῶν ὁ κόσμος, Θεὸν πιστεύειν, φαινόμενον ἄνθρωπον· διὸ καί φησιν ὁ Χριστὸς, ὅτι «Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου,» εἴτ' οὖν τοῦ σώματος αὐτοῦ, «ἀφεθήσεται αὐτῷ.» Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οἱ μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ μετὰ τὴν ἀνάστασιν ἰδόντες αὐτὸν, οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν· ἀλλ' οὐκ ἐκ τούτου κατεκρίθησαν. Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, εἴτ' οὖν εἰς τὴν τοῦ Χριστοῦ θεότητα βλασφημήσαντες, καὶ λέγοντες, ὅτι «Ἐν Βεελζεβοὺλ, τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ 28.77 δαιμόνια·» τούτοις, φησὶν, «οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Καὶ πάλιν σημειώσασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστός· Τῷ βλασφημήσαντι καὶ μετανοήσαντι οὐκ ἀφεθήσεται· ἀλλὰ τῷ βλασφημοῦντι, εἴτ' οὖν, τῷ ἐν τῇ βλασφημίᾳ ἐπιμένοντι· ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ τῷ Θεῷ τοῖς γνησίως καὶ κατ' ἀξίαν μετανοοῦσιν. Τί ἐστιν Εὐαγγέλια; Τοῦ Θεοῦ Λόγου Κυρίου Ἰησοῦ Χριστοῦ παρουσία, πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων σαρκωθέντος, ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, τῆς ἀειπαρθένου. Περὶ ἀγγέλων. Τί ἐστιν ὅρος οὐσίας ἀγγέλου; Ἄγγελος γὰρ ζῶον λογικὸν, ἄϋλον, ὑμνολογικὸν, ἀθάνατον. Τί δὲ ἔργον τῶν ἐπουρανίων δυνάμεων ὑπάρχει; Ὕμνος ἄληκτος, καὶ ἔρως ἄπαυστος τῆς μεγαλοπρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμονος ὑπὲρ σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὐταὶ αἱ τάξεις καὶ στρατιῶται λέγονται, δεῖ λοιπὸν ἐννοεῖν τάξιν διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν τιμωρητικὴν, τάξιν ψυχῶν χαριστικὴν, τάξιν ἐν ἀνθρώποις παραμονητικήν. Ὥσπερ δὲ καὶ τάξεως διαφορὰν ἐν ταῖς ἄνω δυνάμεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ μὲν θρόνοι, καὶ τὰ σεραφὶμ, καὶ τὰ χερουβὶμ, ἀμέσως παρὰ Θεοῦ μανθάνουσιν, ὡς πάντων ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδάσκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ ἀνώτερα διδάσκει τὰ κατώτερα. Τὸ δὲ κατώτερον τάγμα εἰσὶν οἱ ἄγγελοι, οἱ καὶ τῶν ἀνθρώπων ὄντες διδάσκαλοι. Τί ἐστιν ἄνθρωπος; Ἄνθρωπός ἐστι ζῶον νοερὸν, αἰσθητικὸν θείου νοῦ, καὶ ζωῆς αἰωνίου δεκτικὸν, καὶ τῇ ταύτης στερήσει θνητόν. Τούτου οὖν τοῦ ἀνθρώπου τοῦ κατὰ τὴν γηγενῆ πλάσιν. Ὅτι σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, οὐδὲ ἐξ ὁμοειδῶν μερῶν, ἀλλ' ἐξ ἀσωμάτου νοῦ, καὶ σώματος τοῦ
16