Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν τῷ δείπνῳ Σὺ οὖν, ἡ καλῶς στρώσασα ἑαυτῇ τὰ πράγματα, θαῤῥεῖς ἀναπαυθῆναι ἐν τῷ βίῳ; Καὶ τί ποιήσομεν τὸν λέγοντα ὡς, Ἓν συνάντημα τῷ δικαίῳ καὶ τῷ ἁμαρτωλῷ; Ἡ γὰρ ἐνταῦθα ἡμῶν διαγωγὴ μία ἐστὶ, κἂν διάφορον πολιτείαν ἔχωμεν. Οὐ δεῖ μισεῖν τοὺς ἐχθρούς. Καὶ γὰρ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ τοῦτο ἡμῖν προσέταξε. Φησὶ γὰρ, ὡς Μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾶτε· τοῦτο γὰρ καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ τελῶναι ποιοῦσι. Τὸ γὰρ καλὸν οὐ δεῖται τέχνης καὶ ἀγῶνος πρὸς θήραν· ἑαυτῷ γὰρ ἐφέλκεται τοὺς ἀγαπῶντας· τὸ δὲ φαῦλον τῆς θείας διδασκαλίας χρῄζει πρὸς ἀπάλειψιν, καὶ κόπου πολλοῦ. Οὐ γὰρ ἀνέτων καὶ ἀμερίμνων ἐστὶν ἡ βασιλεία οὐ ρανῶν, ἀλλὰ βιαστῶν. Ὥσπερ οὖν οὐ δεῖ τοὺς ἐχθροὺς μισεῖν, οὕτως οὐδὲ τοὺς ἀμελεῖς καὶ ῥᾳθύμους φεύγειν καὶ μυκτη ρίζειν. Τινὲς μὲν οὖν τὸ γραφικὸν ἐκεῖνο ῥητὸν ἑαυτοῖς προσφέρουσιν, ὡς Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ στρεβλοῦ συνδιαστρέψεις. ∆ιὰ τοῦτο, φησὶν, ἀπο φεύγομεν τοὺς ἁμαρτωλοὺς, πρὸς τὸ παρ' αὐτῶν μὴ διαστραφῆναι. Ἀγνοίᾳ ψυχῆς οἱ τοιοῦτοι τὰ ἐναντία πράττουσι. Προστάττει γὰρ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μετὰ τῶν στρεβλῶν συνδιαστραφῆναι, ἀλλὰ τῆς στρε βλῆς αὐτοὺς ἐπανορθώσασθαι. Συνδιαστρέψεις γὰρ, τουτέστι, συνελκύσεις αὐτὸν πρὸς σεαυτὸν, ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά. Τρεῖς γνωμῶν ἰδέαι κατὰ τὸν τῶν ἀνθρώπων βίον τυγχάνουσιν· ὧν ἡ μὲν πρώτη ἐστὶ τῆς ἀκροτά της κακίας, ἡ δὲ δευτέρα μέσης τινὸς καταστάσεως· ὥσπερ γὰρ πρὸς τὰς ἀμφοτέρας σκοπεῖ τῶν ὁποτέρων μετέχουσα· ἡ δὲ τρίτη, εἰς μέγεθος θεωρίας ἀχθεῖσα, οὐ μόνον ἑαυτὴν συσφίγγει, ἀλλά γε καὶ τὰς τελευταίας πειρᾶται χειραγωγεῖν. Οἱ μὲν οὖν κακοὶ τῶν ἀνθρώ πων, τοῖς χείροσι μιγνύμενοι, ἐπεὶ πλείω τῶν δεινῶν ποιοῦνται τὴν αὔξησιν· οἱ δέ γε μέσοι ἀποφεύγειν τοὺς ἀκολάστους πειρῶνται, αὐτὸ τοῦτο δεδοικότες, μὴ πάλιν ὑπ' αὐτῶν καθελκυσθῶσι· νήπιοι γὰρ ἔτι τῶν ἀρετῶν τυγχάνουσιν· οἱ δὲ τρίτοι, ἀνδρείαν τὴν γνώμην ἔχοντες καὶ κραταιὸν τὸ φρόνημα, συνδι άγουσι τοῖς φαύλοις καὶ συνδιαιτῶνται, σῶσαι αὐτοὺς βουλόμενοι. Καὶ γοῦν ὑπὸ τῶν ἔξωθεν ὀνειδίζονται· 28.1529 καὶ ὑπὸ τῶν θεωρούντων δὲ αὐτοὺς συνδιάγοντας τοῖς ἀμελεστέροις χλευάζονται· καὶ γὰρ αὐτοὺς ὡς ὁμοίους αὐτῶν διαβάλλουσιν. Οἱ δὲ ὡς ἐπαίνους τὰ παρὰ τῶν ἀνθρώπων ἀκούοντες, ἀδεῶς τὸ θεῖον ἔργον ἐκτελοῦσι. Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν πᾶν ψεῦδος εἴπωσι καθ' ὑμῶν οἱ ἄνθρωποι. ∆εσποτικὴ μὲν οὖν τούτων ἡ πρᾶξις· καὶ γὰρ ὁ Κύριος μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιε· μᾶλλον δὲ φιλάδελ φος ἡ τούτων γνώμη ἤπερ φίλαυτος· Ὥσπερ γὰρ ἐμπρησμοὺς οἰκιῶν ὁρῶντες τοὺς ἁμαρτάνοντας, καὶ τῶν ἰδίων καταφρονήσαντες, τὰ ἀλλότρια καὶ ἀπ ολλύμενα σώζειν διισχυρίζονται· καὶ περιφλεγόμενοι ἐκ τῶν καυστικῶν ὕβρεων, ἀνέχονται. Οἱ δέ γε μέσοι ἐὰν ἴδωσι τὸν ἀδελφὸν ὑπὸ τῆς ἁμαρτίας φλεγόμενον, ἀποφεύγουσι, δεδοικότες μὴ καὶ εἰς αὐτοὺς τὸ πῦρ διανεμηθῇ. Οἱ δέ γε τρίτοι, χαλεπῶν γειτόνων δίκην ἐπέχοντες, τοὺς καιομένους ἐπὶ πλεῖον ἐξάπτουσιν, ὕλας αὐτοὺς πρὸς ἀπώλειαν, τὴν οἰκείαν κακίαν προσφέροντες. Ὥσπερ γὰρ πισσηρῷ διαλαβόντες πλοίῳ, ἀντὶ ὕδατος κεδρίαν ἐπιβάλλουσιν. Οἱ δέ γε ἐναντίοι τούτοις, οἱ ἀγαθοὶ, τὰ οἰκεῖα κτήματα δεύ τερα ἔθεντο τῆς ἐκείνων σωτηρίας. Ταῦτα τῆς ἀλη θινῆς ἀγάπης τὰ τεκμήρια· οὗτοι τῆς εἰλικρινοῦς ἀγάπης οἱ φύλακες. Ὥσπερ δὲ τὰ δεινὰ ἓν δι' ἑνὸς ἤρτηται· τῇ γὰρ φιλαργυρίᾳ ἀκολουθεῖ φθόνος, δόλος, ἐπιορκία, θυμὸς, μνησικακία· οὕτω τὰ ἐναντία τούτων τῆς ἀγάπης ἔχεται· πραΰτης δὴ λέγω καὶ μακροθυμία, καὶ

16