πεποιηκότι κατὰ τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξο κείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῆς καταστροφῆς τοῦ δράματος ἐξάθλῳ γενομένῳ, τῷ τε χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον ἔστιν ὕστερον μετανοήσαντι πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνω· 40.4 ἀκριβείας δὲ δεῖ πολλῆς, ὥσπερ τοῖς μακρᾷ νόσῳ πεπονηκόσι σώμασι 40.5 διαίτης χρεία καὶ προσοχῆς πλείονος. ὁ κλέπτης, ἄφεσιν βούλει λαβεῖν; μηκέτι κλέπτε· ὁ μοιχεύσας, μηκέτι πυρούσθω· ὁ πορνεύσας, λοιπὸν ἁγνευέτω· ὁ ἁρπάσας, ἀποδίδου καὶ προσαποδίδου· ὁ ψευδο μάρτυς, ἀλήθειαν ἄσκησον· ὁ ἐπίορκος, μηκέτι ὄμνυε· καὶ τὰ ἄλλα πάθη σύντεμε, ὀργήν, ἐπιθυμίαν, λύπην, φόβον, ἵνα εὑρεθῇς ἐπὶ τῆς 40.6 ἐξόδου πρὸς τὸν ἀντίδικον ἐνταῦθα διαλελύσθαι φθάνων. ἔστιν μὲν οὖν ἀδύνατον ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ θεοῦ δυνάμεως καὶ ἀνθρωπείας ἱκεσίας καὶ ἀδελφῶν βοηθείας καὶ εἰλικρινοῦς μετανοίας καὶ συνεχοῦς μελέτης κατορθοῦται.
41.1 ∆ιὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι
ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβοῦ κἂν ἕνα, μελέτησον ἀκούειν κἂν 41.2 ἑνὸς παρρησιαζομένου καὶ στύφοντος ἅμα καὶ θεραπεύοντος. οὐδὲ γὰρ τοῖς ὀφθαλμοῖς συμφέρει τὸν ἀεὶ χρόνον ἀκολάστοις μένειν, ἀλλὰ 41.3 καὶ δακρῦσαι καὶ δηχθῆναί ποτε ὑπὲρ τῆς ὑγείας τῆς πλείονος. οὕτω καὶ ψυχῇ διηνεκοῦς ἡδονῆς οὐδὲν ὀλεθριώτερον· ἀποτυφλοῦται γὰρ ἀπὸ τῆς τήξεως, ἐὰν ἀκίνητος τῷ παρρησιαζομένῳ διαμείνῃ λόγῳ. 41.4 τοῦτον καὶ ὀργισθέντα φοβήθητι, καὶ στενάξαντα † λυπήθητι, καὶ ὀργὴν παύοντα αἰδέσθητι, καὶ κόλασιν παραιτούμενον φθάσον. 41.5 οὗτος ὑπὲρ σοῦ πολλὰς νύκτας ἀγρυπνησάτω, πρεσβεύων ὑπὲρ σοῦ πρὸς θεὸν καὶ λιτανείαις συνήθεσι μαγεύων τὸν πατέρα· 41.6 οὐ γὰρ ἀντέχει τοῖς τέκνοις αὐτοῦ τὰ σπλάγχνα δεομένοις. δεήσεται δὲ καθαρῶς ὑπὸ σοῦ προτιμώμενος ὡς ἄγγελος τοῦ θεοῦ καὶ μηδὲν ὑπὸ σοῦ λυπούμενος, ἀλλ' ὑπὲρ σοῦ. τοῦτό ἐστι μετάνοια ἀνυπόκριτος41.7. "θεὸς οὐ μυκτηρίζεται" οὐδὲ προσέχει κενοῖς ῥήμασι· μόνος γὰρ ἀνακρίνει μυελοὺς καὶ νεφροὺς καρδίας καὶ τῶν ἐν πυρὶ κατακούει καὶ τῶν ἐν κοιλίᾳ κήτους ἱκετευόντων ἐξακούει καὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πιστεύουσι καὶ πόρρω τοῖς ἀθέοις, ἂν μὴ μετανοήσωσιν.
42.1 Ἵνα δὲ ἐπιθαρρήσῃς, οὕτω μετανοήσας ἀληθῶς, ὅτι σοὶ μένει σωτηρίας
ἐλπὶς ἀξιόχρεως, ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον περὶ Ἰωάννου τοῦ ἀποστόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον42.2. ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλῆρον ἕνα γέ τινα κληρώσων 42.3 τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων. ἐλθὼν οὖν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων, ἧς καὶ τοὔνομα λέγουσιν ἔνιοι. καὶ τὰ ἄλλα ἀναπαύσας τοὺς ἀδελφούς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τὴν ὄψιν ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν ἰδών, "τοῦτον" ἔφη "σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς ἐπὶ τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος". τοῦ δὲ δεχομένου καὶ πάνθ' ὑπισχνουμένου καὶ πάλιν τὰ αὐτὰ διετείνατο 42.4 καὶ διεμαρτύρατο. εἶτα ὃ μὲν ἀπῆρεν ἐπὶ τὴν Ἔφεσον, ὁ δὲ πρεσβύ-τερος ἀναλαβὼν οἴκαδε τὸν παραδοθέντα νεανίσκον ἔτρεφε, συνεῖχεν, ἔθαλπε, τὸ τελευταῖον ἐφώτισε· καὶ μετὰ τοῦτο ὑφῆκε τῆς πλείονος ἐπιμελείας καὶ παραφυλακῆς, ὡς τὸ τέλειον αὐτῷ φυλακτήριον ἐπιστήσας42.5, τὴν σφραγῖδα τοῦ κυρίου. τῷ δὲ ἀνέσεως πρὸ ὥρας λαβομένῳ προσφθείρονταί τινες ἥλικες ἀργοὶ καὶ ἀπερρωγότες, ἐθάδες κακῶν· καὶ πρῶτον μὲν δι' ἑστιάσεων πολυτελῶν αὐτὸν ὑπάγονται, εἶτά που καὶ