16
συμφέροντα συμβουλευόντων καταγελᾷς; ἔφη· Γελῶ ὑμῶν τὴν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τὴν ἀνθρώπου ψυχήν. κἀγὼ ἔφην· Oὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἡμᾶς ἀπατᾶν ἐπιχειρεῖς, ἀλλ' ἐκπε- πλήγμεθα τίνι λόγῳ καὶ ἑαυτὸν ἀπατᾷς. λέγε μοι, ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλ' οὖν γε σὺ καὶ ἡμεῖς, σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας, ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες καὶ τὸ κελευσθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἔφη· Ἐγὼ μὲν οἶδα τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε περὶ τίνων διαλέγεσθε. καὶ ὁ Νικήτης ἔφη· Ἐπεὶ οἶδας, λέγε· εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μή, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἐν ἡμῖν ὑποψίαν τοῦ νομί- ζειν σέ τι τῶν ἀπορρήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς. καὶ ὁ Σίμων ἔφη· Ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας, ὅτι δὲ οὐχ ἡ τοῦ τε- θνεῶτος ψυχὴ ὑπουργεῖ (ἐπεὶ μὴ ὑπάρχει), ἀλλὰ δαίμων τις ὑποκρινό- μενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ὁ Νικήτης ἔφη· Πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητό- τερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχή, τίς τῆς ψυχῆς χρεία γίνεται ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ' ἡμῶν ποτε διὰ τί ἐνίοτε καὶ παύονται αἱ παρεδρίαι, ἔφης ὅτι· Ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἤμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾅδην πορεύεται· προσε- τίθεις δὲ λέγων ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαί, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται. Ταῦτα τοῦ Νικήτου εἰπόντος Ἀκύλας αὐτὸς πάλιν ἔφη· Ἐβουλόμην παρὰ σοῦ τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζό- μενον, τί φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων ἔφη· Κόλασιν γὰρ παρακούσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· Oὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι γίνονται καὶ κρίσις πάντως γίνεται, ὥστ' ἂν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ' οἷς ἔδρασας οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστίν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώ- μην γένηται ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ ταῦτα ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ' αὐτοῦ πραττό- μενα σιωπῶμεν. Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην τίνα ἄρα ἐστὶν ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται, ἐνίοτε δὲ καὶ πέταται καὶ ἐκ λίθων