τῶν στομίων παρεξέχοντα· πρὸς ἃ νεύροις ὠμιαίοις ἢ νωτιαίοις πάντων ζῴων πλὴν συῶν διὰ μέσου τῶν χοινικίδων διερχομένοις ἐπὶ τῇ τῆς στροφῆς τάσει δεῖ τῷ ἐντονίῳ περιειλεῖσθαι, ἢ τοῖς ἐκ νημάτων σηρικῶν ἁδροτέροις μαλάθοις, ἢ καὶ σχοινίοις ἐκ λίνου νηματικοῖς, κατὰ μέσον εἰσδεχομένοις ξύλον μακρὸν ἐμβαλλόμενον ἐν σχήματι παλιντόνου ἀγκῶνος ἀντεστραμμένον ὄπισθεν καὶ κατακλεῖδι κρατούμενον, οἷοί εἰσιν οἱ λιθοβόλοι μονάγκωνες, 254 οὕς τινες σφενδόνας καλοῦσι. Μοχλὸν δὲ δεῖ σιδηροῦν ῥιζοκρίκιν ἔχοντα, πρὸς τὰς ῥηθείσας περιστομίδας ἐμβαλλόμενον, βιαίαν τὴν ἐπιστροφὴν ἐπὶ τῶν χοινικίδων ποιεῖν καὶ σφοδρὰν τὴν τάσιν ἀπεργάζεσθαι. Ὁ δὲ κριὸς ἀπὸ τῶν κλιμάκων ὠθούμενος καὶ τῷ τείχει ἐπιφερόμενος ἐπιρρίψει τοῖς τειχοφύλαξιν ἀπολυθέντα τὸν μονάγκωνα, καὶ πολλὴν ἐργάσεται τῶν ἐφεστώτων ἅλωσιν. Καὶ τὸ σχῆμα καταγέγραπται. Αὕτη ἡ τοῦ μονάγκωνος κατασκευὴ καὶ πρὸς καταπαλτικὴν θεωρίαν τοὺς βουλομένους ἐφοδιάσει, πολλὰ συμβαλλομένη 255 πρὸς τὸ μακροβολεῖν εὐθυτόνοις τε καὶ παλιντόνοις ὀργάνοις, ἤτοι λιθοβόλοις τε καὶ ὀξυβελέσιν· ἡ γὰρ τῶν χοινικίδων παράθεσις ἐπιμηκέστερον διὰ τοῦ τόνου τὸ ὄργανον καὶ περὶ τὴν τάσιν σφοδρο τέραν τὴν ἐξαποστολὴν ἀπεργάζεται. Ὅσῳ γὰρ κατὰ μῆκος ὁ τόνος παραυξάνεται, ἐπὶ τοσούτῳ καὶ ἡ τοῦ βέλους ἐξαποστολὴ παρεκτείνεσθαι πέφυκε, τῆς τοξίτιδος νευρᾶς πάντα ἀπεργαζομένης καὶ τὴν τῆς ἐξαποστολῆς ὑπομενούσης βίαν, ὅθεν τὴν ταύτης πλοκὴν ἐκ τῶν εὐτονωτέρων καὶ ἐπίπλεον γυμναζομένων νεύρων τοῦ ζῴου λέγουσι γίνεσθαι· οἷον ἐλάφου μὲν τῶν ἐν τοῖς σκέλεσι καὶ ποσὶ, ταύρου δὲ τῶν ἐπὶ τοῦ αὐχένος· καὶ τὰς μὲν τῶν εὐθυτόνων νευρὰς στρογγύλας περὶ τὴν πλοκὴν εἶναι, διὰ τὸ πρὸς τὰς τῶν ὀϊστῶν ἐμπίπτειν χηλάς· τὰς δὲ τῶν παλιντόνων πλατείας, καθάπερ ζώνας, ἐξ ἄκρων ἀγκύλας ἐχούσας, πρὸς ἃς οἱ ἀγκῶνες ἐμβιβάζονται, ὅπως ὁ λίθος ὑπὸ τοῦ μέσου τῆς τοξίτιδος κατὰ πλάτος τυπτόμενος καλῶς ἐξαποστολῇ μὴ παρεκπίπτων πρὸς τὰ ἄκρα. Τὸν δὲ ἐν τοῖς ἀγκῶσι τόνον καὶ ἐκ τριχῶν φασι γυναικείων πλέκεσθαι· λεπταὶ γὰρ οὖσαι καὶ μακραὶ καὶ πολλῷ ἐλαίῳ τραφεῖσαι, ὅταν πλακῶσι, πολλὴν εὐτονίαν λαμβάνουσιν, ὥστε μὴ ἀπᾴδειν αὐτὰς τῆς διὰ τῶν νεύρων ἰσχύος. Ἀλλὰ περὶ μὲν τούτων νῦν ἅλις. Ἐν γὰρ τῇ βελοποιϊκῇ πραγματείᾳ λεπτομερῶς 256 τοῖς ζητητικωτέροις πρὸς κατασκευὴν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ αἱ τῶν τρημάτων ἐν τοῖς ὀργάνοις διάμετροι, οἵ τε ἐν τριπλασίονι λόγῳ τῶν ἐν ταῖς βάσεσι διαμέτρων ὅμοιοι πρὸς ἀλλήλους δεικνύμενοι κύλινδροι, καὶ ὁ πολυθρύλητος τοῦ κύβου διπλασιασμός, δι' ὧν τὰ μεγέθη τῶν βελῶν πρὸς τὰ τῶν τυχόντων ὀργάνων διπλάσια ἢ καὶ τριπλάσια γινόμενα ἐπὶ τοῖς αὐτοῖς ἐξαποστέλλονται μήκεσι. Μαθηματικῶς ἐκεῖ καὶ ὀργανικῶς πάντα τῷ Ἀλεξανδρεῖ Ἥρωνι πρὸς ἀπόδειξιν διεξήτασται. Γίνεται καὶ ἑτέρα τῷ εἴδει κλῖμαξ ὑπότροχος, ἀπὸ ξύλων εὐτόνων τε καὶ ἐλαφρῶν καὶ αὐτὴ κατασκευαζομένη, πρὸς ἣν ἄλλη ὡς ἐν τάξει ἐπιβάθρας κατὰ μέσον ἄνωθεν ἐμβαλλομένη ζευγνύεται δι' ἀξονίου, κυλινδρικὰ καὶ λεῖα ἀπὸ τόρνου ἔχοντος τὰ πρὸς τοῖς μηροῖς συμβαλλόμενα ἄκρα, ὅπως εὐλύτως πρὸς τὴν ἑτέραν καταφερομένη ἐπικλείηται, καὶ πάλιν πρὸς αὐτὴν ἐπανάγηται πάρορθος ὑπὸ σχοινίων ὄπισθεν κρατουμένη, ἐπιδιδομένη τε καὶ ἐφελκομένη συμμέτρως διὰ μαγγάνων τῶν λεγο μένων πολυσπάστων, ἤτοι καρείων εὐτρόχων, δύναμιν βιαίαν ἐπὶ τῇ 257 ἀνέσει καὶ τάσει τῶν σχοινίων ἐμποιούντων διὰ τῆς τῶν παρακειμένων τροχίλων συμφυοῦς παραθέσεως. Κωλυμάτια δὲ ἄνωθεν ἐπὶ τῇ ἱσταμένῃ γινέσθωσαν ἢ παρεξοχαί τινες, ὄπισθεν ἀναστρεφομένην τὴν ἀνορθουμένην ὑποδεχόμεναι, μήπως ἀθρόως ἐπὶ τῇ κορυφῇ τῆς ἑτέρας ἀναχθεῖσα πτῶσιν ἐπὶ τοῖς ἐργαζομένοις μᾶλλον ἀπειλήσει. Καί, εἰ μὲν μονόξυλος εἴη ἡ κάτωθεν ἵστασθαι μέλλουσα κλῖμαξ, τὰς βαθμίδας ἐχέτω μίαν περὶ μίαν τῶν μηρῶν παρεξεχούσας καὶ τετρημένας ἐπὶ τῇ ἐξοχῇ, ὅπως διὰ τῶν τρημάτων σχοινίον εὔτονον ἐκτετανυσμένον διερχόμενον ἀδιάκλαστον αὐτὴν φυλάξῃ· σύνθετος δὲ