16
Eὐαγγέλιον, σκοπὸς δὲ ὁ κατασταθεὶς τῇ Ἐκκλησίᾳ ἐπίσκο πος, ὃν δεῖ κηρύσσοντα διαμαρτύρεσθαι καὶ διαβεβαιοῦσθαι περὶ τῆς κρίσεως. Ἐὰν γὰρ μὴ διαγγείλητε καὶ δια μαρτύρησθε τῷ λαῷ, εἰς ὑμᾶς ἡ ἁμαρτία τῶν ἀγνοούντων εὑρεθήσεται· διὸ τοὺς ἀναστρεφομένους ἐν ἀπαιδευσίᾳ νουθετεῖτε καὶ ἐλέγχετε μετὰ παρρησίας, τοὺς ἀγνοοῦντας διδάσκετε, τοὺς ἐπισταμένους στηρίζετε, τοὺς πεπλανημένους ἐπιστρέφετε. Τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντες, ἀδελφοί, οὐχ ἁμαρτησόμεθα· ἐκ γὰρ τοῦ πολλάκις ἀκούειν εἰκός τινας δυσωπηθέντας κἂν ἅπαξ τι τῶν καλῶν ποιῆσαι καὶ τῶν πονηρῶν παραιτήσασθαι. Λέγει γὰρ διὰ τοῦ προφήτου ὁ Θεὸς· «∆ιαμαρτύρει αὐτοῖς ταῦτα, ἴσως ἀκούσονται τῆς φωνῆς σου.» Καὶ πάλιν· «Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν.» Καὶ ὁ Μωϋσῆς φησιν τῷ λαῷ· «Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν.» Καὶ ὁ Κύριος ἐν τῷ Eὐαγγελίῳ πολλάκις μιμνήσκεται λέγων· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Καὶ ὁ σοφὸς Σολομών φησιν· «Ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.» Καὶ μέχρι σήμερον οὐκ ἤκουσαν· καὶ οἱ δοκοῦντες δὲ ἀκηκοέναι παρήκουσαν, καταλείψαντες τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ εἰς τὰς ὀλεθρίους καὶ δεινὰς αἱρέσεις κατασυρέντες, περὶ ὧν αὖθις ἐροῦμεν. Γνωστὸν δὲ ἔστω ὑμῖν, ἀγαπητοί, ὅτι οἱ βαπτι σθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, οὐκέτι ὀφείλουσιν ἁμαρτάνειν οἱ τοιοῦτοι. Ὡς γὰρ οἱ ἀποθανόντες ἀνενέργητοι πρὸς ἁμαρτίαν τυγχάνουσιν, οὕτως καὶ οἱ συναποθανόντες τῷ Χριστῷ ἄπρακτοι πρὸς ἁμαρτίαν. Oὐ πιστεύομεν οὖν, ἀδελφοί, λουσάμενόν τινα τὸ τῆς ζωῆς λουτρὸν ἔτι πράσσειν τὰ τῶν ἀνόμων ἀσελγήματα· ὁ δὲ ἁμαρτήσας μετὰ τὸ βάπτισμα, οὗτος, ἐὰν μὴ μεταγνῷ καὶ παύσηται τοῦ πλημμελεῖν, εἰς γέενναν κατακριθήσεται. Eἰ δέ τις ὑπὸ ἀπίστων συκοφαντηθῇ διὰ τὸ μηκέτι αὐτοῖς συνασελγαίνειν, γινωσκέτω ὁ τοιοῦτος ὅτι μακάριος ὑπάρχει παρὰ τῷ Θεῷ, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἐν τῷ Eὐαγγελίῳ λέγει· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ἢ εἴπωσιν καθ' ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Eἰ οὖν τις βλασφημηθείη ἐπὶ ψεύσματι, μακάριος ὁ τοιοῦτος· λέγει γὰρ ἡ γραφή· «Ἀνὴρ ἀδόκιμος ἀπείραστος παρὰ τῷ Θεῷ.» Eἰ δέ τις ἐλεγχθῇ πράξας τι ἄνομον, ὁ τοιοῦτος οὐ μόνον ἑαυτὸν ἔβλαψεν, ἀλλὰ καὶ βλασφημίαν προσέτριψεν