θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ' ἄμφω τὰς θελήσεις, κατ' ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶς, καὶ εἰς ἄνθρωπον ἰδικῶς· ἀλλ' εἷς ἀμερίστως ὑπάρχων, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ταυτὸν δ' εἰπεῖν, Θεὸς καὶ ἀνήρ.
ΚΕΦΑΛ. ΙΘʹ.
Ὅθεν θεανδρικὴν ἐνέργειαν ὁ εἰπὼν, οὐ σύγχυσιν ταῖς φυσικαῖς ἐνεργείαις εἰσήγαγεν· ἀλλὰ τὴν εἰς ἄκρον αὐτῶν παρέστησεν ἕνωσιν, καὶ τὸ τεθεῶσθαι τὴν ἀνθρωπίνην ἐνέργειαν. Ὥσπερ γὰρ ἐν Χριστῷ διὰ τῆς ἑνώσεως ἡ ἀνθρωπίνη τεθέωτο φύσις· οὕτω δὴ καὶ ἡ θέλησις συντεθέωτο, καὶ ἡ ἐνέργεια. ∆ιὸ καὶ τερατουργοῦντος αὐτοῦ, τοῖς θεϊκοῖς ἐνεργήμασι τὰ ἀνθρωπικὰ συνεζεύγνυτο. Κἀκ τῶν ἀνθρωπικῶν ἐνεργημάτων, λόγου δηλονότι καὶ ἁφῆς, καὶ τῶν τοιούτων, αἱ θεοσημεῖαι προέβαινον. Καθάπερ σιδήρου τμητικοῦ πυρωθέντος, καὶ τέμνοντος καὶ καίοντος ἐν ταυτῷ, καὶ ἡ τομὴ μετὰ τῆς καύσεως γίνεται, καὶ ἡ καῦσις ἀχώριστός ἐστι τῆς τομῆς. Καὶ ἡ τῶν ἐνεργειῶν συνδρομὴ τὸ ἑνιαῖον εἰσφέρει ταύταις, οὐ κατὰ φύσιν, ἀλλὰ καθ' ἕνωσιν. Ὁ τοίνυν θεανδρικὴν φήσας ἐνέργειαν, διὰ μὲν τῆς ἑνικῆς προφορᾶς τὸ τὰς δύο ἐνεργείας ἒν εἶναι τῇ συνελεύσει καὶ μὴ διακεκρίσθαι ταύτας πραγματικῶς δεδήλωκεν. Ἐν δὲ τῷ εἰπεῖν θεανδρικὴν, θείαν δηλονότι καὶ ἀνδρικὴν, τὸ τῶν ἐνεργειῶν τῇ φύσει διάφορον καὶ μετὰ τὴν ἕνωσιν ἔδειξεν. Ἄλλως δὲ δύο τινὰ δηλοῦντος τοῦ τῆς ἐνεργείας ὀνόματος (ἐνέργεια γὰρ φυσική ἐστιν, ἡ τῆς ἐνοικ[ουρ]ούσης τῇ φύσει δυνάμεως πρόβασις εἰς 77.1160 ἔργου τινὸς ἐκπλήρωσιν, ἤτις ἐν τῷ ἐνεργεῖν ἔχει τὸ εἶναι, καθὼς ἡ δύναμις ἐν τῷ πεφυκέναι καὶ δύνασθαι. Λέγεται πάλιν ἐνέργεια, καὶ ἡ τοῦ ἔργου ἐκπλήρωσις, αὐτὸ τὸ ἐνεργητὸν, ὁ τοῦ πράγματος ἀποτελεσμὸς, ἡ πρᾶξις αὐτή)· τοῦτο δὴ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας προσαρμοστέον τῇ θεανδρικῇ. Θεανθρώπου γὰρ ὑπάρχοντος τοῦ Χριστοῦ, καὶ πᾶσα πρᾶξις αὐτοῦ θεανθρωπικὴ καὶ θεανδρική. Τὸ δὲ οὕτω λέγειν οὐ φέρει σύγχυσιν ταῖς ἐνεργείαις, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν εἶναι διασαφεῖ τὸν ἐνεργοῦντα· καὶ θεϊκῶς καὶ ἀνθρωπικῶς· οὔτε τὰ θεῖα κατὰ Θεόν· ἄνθρωπος γάρ· οὔτε κατ' ἄνθρωπον τὰ ἀνθρώπινα· Θεὸς γάρ. Ὡσαύτως καὶ ὁ μίαν φύσιν εἰρηκὼς τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, οὐ μιᾶς φύσεως τὸν Κύριον ἐδογμάτισε. Τὸ γὰρ σεσαρκωμένην προσθεὶς, τὴν τοιαύτην ἀνεῖλεν ὑπόνοιαν. Ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ θεία· καὶ ἑτέρα πάλιν ἡ τῆς σαρκὸς, ἤγουν ἡ ἀνθρωπικὴ συνεκδοχικῶς.
ΚΕΦΑΛ. Κʹ.
Ἕτερον θέλημα τῆς θείας φύσεως, καὶ ἕτερον τῆς ἀνθρωπικῆς. Θέλημα δὲ τὴν θέλησιν λέγομεν, αὐτὴν τὴν δύναμιν τὴν θελητικὴν, ἥτις ἐστὶ θέλημα φυσικόν. Τὸ τοίνυν τῆς ἀνθρωπίνης θέλημα φύσεως ὁ Κύριος προσλαβόμενος καὶ θεώσας αὐτὸ, διετήρησεν ὅπερ ἦν κατὰ φύσιν ἀνθρώπινον. Καὶ τοῦτο παραστῆσαι βουλόμενος ἐναργῶς, εἰσελθὼν εἰς οἶκον ἐν τοῖς μέρεσι Τύρου καὶ Σιδῶνος, οὐδένα ἠθέλησε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν, Οἰκονομικῶς γὰρ θελήσας λαθεῖν οὐ δεδύνητο· διδάσκων ἡμᾶς διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὸ τῆς ἀνθρωπίνης φύσεως θέλημα τὸ ἀσθενὲς ὁ πανσθενὴς οὐκ ἀπεδοκίμασεν, ἀλλ' οὐσιωδῶς ᾠκειώσατο καὶ αὐτὸ, τὴν ἡμετέραν ὅλην φύσιν μετὰ πάντων τῶν κατὰ φύσιν ἀναλαβών. Λέγεται μὲν οὖν 16