Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἐπεγνωκόσι τὴν ἀλήθειαν ἡ φωνὴ αὕτη. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. (A f. 60 b) Κατὰ δὲ ἀναγωγὴν, πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅς ἐστιν εἰκὼν αὐτοῦ ἀπαρ άλλακτος· ἠσθένησαν δὲ ἀπ' αὐτοῦ πάντες οἱ τῆς αὐτοῦ δόξης ἐχθροὶ, τουτέστιν ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπι δημίας, δυσάντητος ἦν καὶ ὅλης κατεθρασύνετο τῆς ὑπ' οὐρανὸν, λέγων· "Τὴν οἰκουμένην ὅλην καταλή ψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ." Ἐπειδὴ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν ὁ Μονογενὴς γέγονεν ἄνθρωπος, ἠσθένησεν ὁ ἐχθρός· πεπτώκασιν αἱ δυνάμεις αἱ δειναὶ καὶ ἀφόρητοι, καὶ γεγόνασιν ὑπὸ πόδας ἁγίων. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. (A f. 61) Ἐπεξεργάζεται προθύμως ὅπερ ἔφη, καὶ διδάσκει σαφῶς ὅ τι ἂν βούλοιτο δηλοῦν τὸ, ὅτι "Ἐποίησας τὴν δίκην μου." Καθίσαι γὰρ αὐτὸν ἐπὶ θρόνου φησὶν, ἀνθρωπινώτερον φθεγγόμενος, καὶ ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς πραγμάτων δια πλάττων τὰ νοητά. Οἱ γὰρ βασιλεῖς ὅταν ἀκούσωσιν, ὅτι κάμνουσιν ἢ πόλεις ἢ χῶραι ἐκ βαρβαρικῆς ἐπι δρομῆς ἢ τυραννικῆς ἀπονοίας, ἐπὶ τοὺς τῆς βασι λείας ἀναπηδῶσι θώκους, οἷον δικάζοντες τοῖς τετολ μημένοις, καὶ ψῆφον ἐκφέρουσι κατὰ τῶν ἠδικηκό των, καὶ τοὺς μὲν κακοὺς κακῶς ἀπολέσθαι προσ τάσσουσι, σώζουσι δὲ τοὺς ἠδικημένους· οὕτω καὶ ὁ Σωτὴρ ἐκάθισεν ἐπὶ θρόνου, καὶ οὐχ ἵδρυσίν τινα ἐν τούτοις δηλοῖ τὸ, ἐκάθισεν, ἀλλ' οἷον ἐξουσίας ἐπί δειξιν, καὶ δικαστικῆς λαμπρότητος δόξαν· ὡς εἶναι τὸ, Ἐκάθισας, ἀντὶ τοῦ, Ἐδίκασας, ἐπεξῆλθες, ἤμυνας. (A f. 61) Ἔοικε δὲ ἐν τούτοις ὁ Ψάλλων διὰ μὲν τοῦ, Ἐκάθισας, τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῦν τοῦ Θεοῦ· Ἔθνη δὲ τὰς τῶν πονηρῶν δαιμόνων ἀγέ λας ἀποκαλεῖν ἀναγωγικῶς, αἳ διεμοιράσαντο τὴν ὑπ' οὐρανὸν, εἰς πολυειδῆ καὶ πολύτροπον ἀποφέρου σαι πλάνην καὶ ἁμαρτίαν· ἀσεβῆ δὲ ἀπολλύμενον ἢ καθόλου πάντα τοιοῦτον, ἢ καὶ αὐτὸν τὸν διάβολον. Ἵνα δὲ μάθῃς τοῦ Θεοῦ τὴν ἰσχὺν, ἄκουε τῶν ἑξῆς· 69.765 Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα. (B f. 35) Οὐ μόνον, φησὶν, ἠσθένησαν καὶ ἀπολώ λασιν ἐπιτιμηθέντες οἱ δυσμενεῖς, ἀλλὰ γὰρ καὶ ἐξ ηλείφθη τὸ ὄνομα αὐτῶν. Ὄνομα δέ φησιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν κλῆσιν, ἐπεὶ μηδὲ τοῦτο γέγονεν (μεμνήμεθα γὰρ εἰς δεῦρο καὶ τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δαιμονίων ἀκαθάρτων)· δηλοῖ δὲ τὴν δόξαν. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. (A f. 61 b) Ἐξέλιπον καὶ τοῦ διαβόλου αἱ ῥομφαῖαι εἰς τέλος, ὅ ἐστι παντελῶς· αὗται δὲ εἶεν ἂν ἤτοι αἱ ἀντικείμεναι δυνάμεις, δι' ὧν ἦν ἰσχυρός· ἢ τὰ καθ' ἡμῶν τυραννήσαντα πάθη, δι' ὧν ἐχειροῦτο τοὺς ἐπὶ τῆς γῆς, καὶ τραυματίας ἀποφαίνων, τοῖς ἰδίοις ὑπ ετίθει ζυγοῖς· ἢ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑ ρήματα, καὶ αἱ πολύτροποι μηχαναὶ, ἂς ἐπ' ὀλέθρῳ τῶν ἀνθρωπίνων ψυχῶν εἰργάσατο. Πᾶν γὰρ εἶδος αἰσχρᾶς ἡδονῆς καὶ τῶν ἑτέρων ἁμαρτιῶν, μαχαίρας εἶναί φαμεν διαβολικὰς, ἤτοι βέλη τῶν ἀκαθάρτων πνευμάτων, δι' ὧν καρδίαν κατατοξεύουσι καὶ κατα νεκροῦσιν εἰς ἁμαρτίαν, ἀλλ' ἐκλελοίπασιν αἱ ῥομ φαῖαι· ἐνεδυσάμεθα γὰρ καὶ ἡμεῖς τὴν πανοπλίαν τοῦ Θεοῦ, δι' ἧς αὐτὰς ἀπημβλύναμεν. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. (B f. 35. b) Οὐκοῦν ὁ ἀεὶ βασιλεὺς Χριστὸς ὡς Θεὸς βεβασίλευκε καὶ τῶν ἐθνῶν, καὶ αὐτοὺς ὑποθεὶς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. (A f. 62 b) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, "Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν," ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασι λείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμο τάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα,