τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονεῖν ἀναπείθει τοὺς οἵπερ ἂν εἶεν τῆς ἀληθείας ἐρευνηταί, ὡς ἐν μεθέξει σαρκὸς καὶ αἵματος γεγονὼς ὁ Λόγος, εἷς μεμένηκε καὶ οὕτως 740 Υἱός· ὅτι μέν ἐστι Θεός, ἐκ θεοπρεποῦς ὑπεροχῆς καὶ κυριότητος μαρτυρούμενος, ὅτι δὲ πέφηνεν ἄνθρωπος, τοῦ καὶ Υἱὸν χρηματίσαι ∆αυεὶδ εὖ μάλα κατασημαίνοντος. {Β} Φαῖεν ἂν ἴσως καὶ πρός γε ταῦτα, διατεκμαίρομαι γάρ· Ἆρ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸν εἶναι δώσομεν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Καίτοι πῶς ἡ τοιάδε πεῦσις οὐ πολὺ δὴ λίαν τὸ ἀσύφηλον ἔχει; Καὶ ἀπᾳδόντως ἂν γένοιτο τῇ τοῦ μυστηρίου δυνάμει καὶ τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν; {Β} Φράσον ὅπως. {Α} Μὴ γάρ μοι διέλῃς, ὡς ἕτερόν τινα λέγων παρὰ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν <καὶ> Κύριον, τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. Ὁ γάρ τοι τῆς ὀρθότητος λόγος τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Υἱὸν μονογενῆ αὐτὸν καὶ οὐχ ἕτερον εἶναι βούλεται τὸν ἐκ ∆αυεὶδ κατὰ σάρκα. Μὴ τοίνυν ἐξ ἀμετρήτου λεγόντων ἐμβροντησίας, ὅτι ὥσπερ ὁ ἐξ οὐρανοῦ κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ ∆αυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ ∆αυεὶδ Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ. Ὁ γάρ τοι φύσει καὶ ἀληθῶς ἐκ τοῦ <Θεοῦ καὶ> Πατρὸς ἀναλάμψας Λόγος, ἐν προσλήψει γεγονὼς σαρκὸς καὶ αἵματος, καθάπερ ἔφην ἀρτίως, μεμένηκεν ὁ αὐτός, τουτέστι φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Πατρός, εἷς ὢν καὶ μόνος, καὶ οὐχ ὡς ἕτερος μεθ' ἑτέρου, ἵνα καὶ ἓν αὐτοῦ νοῆται πρόσωπον. Συναγείροντες γὰρ οὕτως πρὸς ἕνωσιν ἀληθῆ καὶ τὴν ὑπὲρ νοῦν καὶ λόγον τὰ τοῖς τῆς φύσεως λόγοις πρὸς ἀνομοιότητα διεσχοινισμένα, τὴν ἀπλανῆ τῆς πίστεως βαδιούμεθα τρίβον. Ἕνα γὰρ καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, ἐκ Θεοῦ μὲν Πατρὸς ὡς Θεὸν Λόγον, ἐκ σπέρματος δὲ κατὰ σάρκα τοῦ [θεσπεσίου] ∆αυείδ. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; {Β} Πάνυ μὲν οὖν. {Α} Προσερήσομαι δέ τι καὶ ἕτερον τοὺς διεναντίας. {Β} Τὸ τί δὴ φής; {Α} Οὐ γὰρ ἐκ Θεοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχειν πεπιστεύκασι τὸν μονογενῆ Θεὸν Λόγον, τόν γε μήν, ὡς αὐτοί φασι, ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον ἐκ σπέρματος γενέσθαι τοῦ θεσπεσίου ∆αυεὶδ διατείνονται; {Β} Οὕτω φασί. {Α} Πλεονεκτήσει δὴ οὖν πάντη τε καὶ πάντως, φύσει τε καὶ δόξῃ Θεὸς ὢν ὁ Λόγος, τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ, καὶ ὑπεραλεῖται τοσοῦτον ὅσον ἂν ἔχοι τὸ μεσολαβοῦν τῶν φύσεων ἡ διαφορά. Ἢ εἴπερ οὔκ ἐστιν ἀληθὲς ὅ φημι, διαιροῦσιν ἀνθότου, καὶ <τὸν μὲν νέμοντα τὴν δόξην καὶ> τὴν ἐξουσίαν, τὸν δὲ λαβόντα παρακομίζουσι, καὶ τοῦθ' 741 ὅπερ ἐστὶν ἐν τάξει γερῶν καὶ ἐν χαρίσματος μοίρᾳ κερδαίνοντα. Μεῖον δὲ πάντως καὶ ἐν δευτέροις τοῦ διδόντος τὸ δεχόμενον, καὶ τοῦ δοξάζοντος τὸ τῆς παρ' αὐτοῦ δόξης μετεσχηκός. {Β} Πλείστην, οἶμαι, καὶ αὐτοὶ φαῖεν ἂν τὴν διαφορὰν Θεοῦ τε καὶ ἀνθρώπων. {Α} Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ὁ τῶν θείων μυστηρίων ἱερουργός, ὁ αὐτὸν ἔνοικον ἔχων τὸν κηρυττόμενον, καὶ λαλῶν ἐν Πνεύματι, τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων καὶ Θεὸν ὀνομάζει, καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς αἰῶνας, ἀμήν; Τί τὸ ἐπέκεινα τοῦ ἐπὶ πάντας Θεοῦ; Τί δὲ τὸ μεῖζον ἐν τῷ ἐκ Πατρὸς φύντι Λόγῳ καταθρήσαι τις ἂν παρά γε τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων, εἴπερ ἐστὶν ἕτερος παρ' αὐτὸν καὶ ἰδικῶς Υἱός, καὶ τοῦτο οὐκ ἀληθῶς; {Β} Ἀλλ' εἰσεδέχθη κατὰ συνάφειαν, φασίν, ὁ ἐκ σπέρματος τοῦ ∆αυείδ, καὶ ἐπειδήπερ ἐνῴκησεν αὐτῷ Θεὸς ὢν ὁ Λόγος, κοινωνεῖ τῆς ἀξίας αὐτῷ καὶ τῆς τιμῆς. Καὶ τοῦτο διδάξει <λέγων> ὁ ἱερώτατος Παῦλος περὶ αὐτοῦ ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τοῦτο δέ ἐστι τό· Θεός. {Α} Ἄρ' οὖν ἰδικῶς τε καὶ ὡς ἑτέρῳ καταμόνας Υἱῷ τῷ ἐκ σπέρματος ∆αυεὶδ δεδόσθαι φασὶ παρὰ τοῦ Θεοῦ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; {Β} Ναὶ φασί. Θεῷ