ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 νίους ἀνεγράψατο νόας ἐν ταῖς ἱερογραφικαῖς τῶν λογίων συνθέσεσιν, ὅπως ἂν ἡμᾶς ἀναγάγοι διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ κἀκ τῶν ἱεροπλάστων συμβόλων ἐπ

 ἀναγωγιῶν, αἳ τὰς ἐφικτὰς ἡμῖν μορφώσεις προτείνουσι τῶν ἀμορφώτων καὶ ὑπερφυῶν θεαμάτων, ἀλλ' ὅτι καὶ τοῦτο τοῖς μυστικοῖς λογίοις ἐστὶ πρεπωδέστατον

 εἶναι καθόλου τῆς τοῦ καλοῦ μετουσίας ἐστερημένον, εἴπερ ὡς ἡ τῶν λογίων ἀλήθειά φησι «Πάντα καλὰ λίαν». <4> Ἔστιν οὖν ἐκ πάντων αὐτῶν ἐπινοῆσαι καλὰς

 στέλλουσι τὰ «Ἅγια τῶν ἁγίων» καὶ τὴν ἀνόμοιον ἱεροπλαστίαν πρεσ βεύουσιν, ὡς μήτε τὰ θεῖα τοῖς βεβήλοις εὐχείρωτα εἶναι μήτε τοὺς τῶν θείων ἀγαλμάτων

 ἀναλογίαν ἐπὶ τὸ θεομίμητον ἀναχθῆναι καὶ τὸ δὴ πάντων θειότερον ὡς τὰ λόγιά φησι «Θεοῦ συνεργὸν» γενέσθαι καὶ δεῖξαι τὴν θείαν ἐνέργειαν ἐν ἑαυτῷ κατ

 ὄντα καὶ ἀλόγως ζῶντα καὶ τὰ καθ' ἡμᾶς λογικὰ τῆς θεαρχικῆς μετα δόσεως ἐν μετουσίᾳ γεγόνασιν. Νοητῶς γὰρ ἐπὶ τὸ θεομίμητον ἑαυτὰς ἀποτυποῦσαι καὶ πρὸ

 ἐκπεπλήρωται τὰ θειωδῶς ἐπηγγελμένα τῷ προγόνῳ ∆αυίδ, ἄλλος δὲ τοὺς ποιμένας ὡς τῇ τῶν πολλῶν ἀναχωρήσει καὶ ἡσυχίᾳ κεκαθαρμένους εὐηγγελίζετο, καὶ σὺ

 οἰκείας δυνάμεις τε καὶ ἐλλάμψεις καὶ τὴν ἑαυτῶν ἱερὰν καὶ ὑπερκόσμιον εὐταξίαν. Ἀδύνατον γὰρ ἡμᾶς εἰδέναι τὰ τῶν ὑπερουρανίων νοῶν μυστή ρια καὶ τὰς

 καὶ εὐσταθῶς ἱδρυμένον καὶ τῆς θεαρχικῆς ἐπιφοιτήσεως ἐν ἀπαθείᾳ πάσῃ καὶ ἀϋλίᾳ δεκτικὸν καὶ τὸ θεοφόρον καὶ θεραπευτικῶς ἐπὶ τὰς θείας ὑποδοχὰς ἀναπε

 ταύτας αὐτὸν Ἰησοῦν ἀμέσως μυοῦντα καὶ πρωτοδότως αὐταῖς ἐκφαί νοντα τὴν αὐτοῦ φιλάνθρωπον ἀγαθουργίαν. «Ἐγὼ» γάρ φησι «δια λέγομαι δικαιοσύνην καὶ κρ

 χάτων τῆς γῆς διεῖσα τὴν ἀγαθωτάτην αὐτῆς ἐπὶ πάντα τὰ ὄντα πρόνοιαν ὡς πάσης οὐσίας ὑπεράρχιος ἀρχὴ καὶ αἰτία καὶ πάντων ὑπερουσίως ἀσχέτῳ συνοχῇ περ

 αὐτῶν ἐπὶ τὴν πάντων ὑπερούσιον ἀρχὴν ἀναγομένων καὶ τῶν τελε ταρχικῶν καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων ἐν μετουσίᾳ κατὰ τὸ αὐτοῖς θεμιτὸν γινομέ

 ἀρχικῶς ἡγεῖσθαι καὶ τὸ πρὸς αὐτὴν ἐκείνην ὡς δυνατὸν ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχὴν ἀναφαίνειν τε τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐ

 ἐξ ὧν καὶ ἡμεῖς ἀνενεύσαμεν ἐπὶ τὸ πᾶσιν ἑτοίμως εἰς μετάδοσιν ἀναπεπ ταμένον τοῦ θεαρχικοῦ φωτὸς ἄπειρόν τε καὶ ἄφθονον πέλαγος, οὐκ ἔκφυλοί τινες ἐπ

 ἀνάγεται. <2> Ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ ἄγγελοι τῶν πρὸ αὐτῶν, οἱ μὲν πρεσβύτατοι θεοῦ τοῦ κινοῦντος, ἀναλόγως δὲ οἱ λοιποὶ τῶν ἐκ θεοῦ κεκινημέ

 <ΧII.> <1> Ζητεῖται δὲ καὶ τοῦτο τοῖς τῶν νοητῶν λογίων φιλοθεάμοσιν· εἰ γὰρ ἀμέθεκτα τῶν ὑπερτέρων ὁλοτήτων εἰσὶ τὰ τελευταῖα, δι' ἣν αἰτίαν ὁ καθ' ἡ

 τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκεν. Καὶ μήποτε ἆρα οὗτος ὁ λόγος ἀληθεύεται Ἔλεγε γὰρ ὁ τοῦτο φήσας ὡς ἡ θεαρχικὴ δύναμις ἐπὶ πάντα φοιτῶσα χωρεῖ καὶ

 μετέχουσι μέν, ὑφειμένως δὲ καὶ πρὸς τὰς πρώτας ὁρῶσαι καὶ δι' αὐτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τ

 ἰδιότητα τοῖς Σεραφὶμ εἰκότως μετὰ θεὸν ἀνατέθεικεν. Oὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν λέγεται τὸν θεολόγον ὁ Σεραφίμ. Ὡς γὰρ ὁ θεὸς καθαίρει πάντας τῷ π

 προδιεγνωσμένον ὡς αἱ τῶν ἱεροτύπων εἰκόνων ἀνακαθάρσεις τὰς αὐτὰς ἔσθ' ὅτε τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ἱεραρχούσας ἐμφαίνουσι καὶ αὖθις ἱεραρχου

 ἐνεργείας. Τοῦτο γοῦν εἰδότες οἱ θεόσοφοι τὰς οὐρανίας οὐσίας ἐκ πυρὸς διαπλάττουσιν, ἐμφαίνοντες αὐτῶν τὸ θεοειδὲς καὶ ὡς ἐφικτὸν θεομίμητον. <3> Ἀλλ

 καὶ τὸ τῆς ὅλης ζωῆς ἀφιερωμένον, τὰς δὲ ζώνας τὸ τῶν γονίμων αὐτῶν δυνάμεων φρουρητικὸν καὶ τὸ τὴν συναγωγὸν αὐτῶν ἕξιν εἰς ἑαυτὴν ἑνιαίως συνεστράφθ

 ·ωμαλέον καὶ ἀδάμαστον καὶ τὸ πρὸς τὴν κρυφιότητα τῆς ἀφθέγμονος θεαρχίας ὅση δύναμις ἀφομοιωτικὸν τῇ τῶν νοερῶν ἰχνῶν περικαλύψει καὶ τῇ μυστικῶς ἀνε

 Τοσαῦτά μοι καὶ περὶ τῶν ἱερῶν ἀναπλάσεων εἰρήσθω, τῆς μὲν ἀκρι βοῦς αὐτῶν ἐκφαντορίας ἀπολειπόμενα, συντελοῦντα δὲ ὡς οἶμαι πρὸς τὸ μὴ ταπεινῶς ἡμᾶς

ἀνάγεται. <2> Ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ ἄγγελοι τῶν πρὸ αὐτῶν, οἱ μὲν πρεσβύτατοι θεοῦ τοῦ κινοῦντος, ἀναλόγως δὲ οἱ λοιποὶ τῶν ἐκ θεοῦ κεκινημένων. Τοσοῦτον γὰρ ἡ πάντων ὑπερούσιος ἁρμονία τῆς ἑκάστου τῶν λογικῶν τε καὶ νοερῶν ἱερᾶς εὐκοσμίας καὶ τεταγμένης ἀναγωγῆς προενόησεν, ὅτι καὶ αὐτῇ τῶν ἱεραρχιῶν ἑκάστῃ τάξεις ἱεροπρεπεῖς ἔθετο· καὶ πᾶσαν ἱεραρχίαν ὁρῶμεν εἰς πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις διῃρημένην, ἀλλὰ καὶ αὐτὴν ἑκάστην ἰδικῶς εἰπεῖν διακόσμησιν ταῖς αὐταῖς ἐνθέοις ἁρμονίαις διέκρινε. ∆ιὸ καὶ αὐτοὺς τοὺς θειοτάτους Σεραφὶμ οἱ θεολόγοι φασὶν ἕτερον πρὸς τὸν ἕτερον κεκραγέναι, σαφῶς ἐν τούτῳ καθάπερ οἶμαι δηλοῦντες ὅτι τῶν θεολογικῶν γνώσεων οἱ πρῶτοι τοῖς δευτέροις μεταδιδόασιν. <3> Προσθείην δ' ἂν καὶ τοῦτο οὐκ ἀπεικότως ὅτι καὶ καθ' ἑαυτὸν ἕκαστος οὐράνιός τε καὶ ἀνθρώπινος νοῦς ἰδικὰς ἔχει καὶ πρώτας καὶ μέσας καὶ τελευταίας τάξεις τε καὶ δυνάμεις πρὸς τὰς εἰρημένας τῶν καθ' ἕκαστον ἱεραρχικῶν ἐλλάμψεων οἰκείας ἀναγωγὰς ἀναλόγως ἐκφαινομέ νας, καθ' ἃς ἕκαστος ἐν μετουσίᾳ γίνεται κατὰ τὸ αὐτῷ θεμιτόν τε καὶ ἐφικτὸν τῆς ὑπεραγνοτάτης καθάρσεως, τοῦ ὑπερπλήρους φωτὸς, τῆς προτελείου τελειώσεως. Ἔστι γὰρ οὐδὲν αὐτοτελὲς ἢ ἀπροσδεὲς καθόλου τελειότητος εἰ μὴ τὸ ὄντως αὐτοτελὲς καὶ προτέλειον. <ΧI.> <1> Τούτων δὲ διωρισμένων ἐκεῖνο ἄξιον ἐννοῆσαι, δι' ἣν αἰτίαν ἁπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. Oὐ γὰρ ἔστιν εἰπεῖν ὡς ἐπὶ τῶν ἀγγέλων ὅτι πασῶν ἐστιν ἐσχάτη διακόσμησις ἡ τῶν ἁγίων δυνάμεων καὶ τῆς μὲν τῶν ἐσχάτων ἁγιοπρεποῦς ἐλλάμψεως αἱ τῶν ὑπερκειμένων οὐσιῶν διακοσμήσεις μετέχουσιν, αἱ τελευταῖαι δὲ τῶν πρώτων οὐδαμῶς καὶ τούτου χάριν οὐράνιαι μὲν δυνάμεις ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, Σεραφὶμ δὲ καὶ θρόνοι καὶ κυριότητες οὐδαμῶς. Ἀμέθεκτοι γὰρ αἱ τελευταῖαι τῶν ὑπερτάτων εἰσὶν ὁλικῶν ἰδιοτήτων. Oἱ γὰρ ἄγγελοι καὶ πρὸ τῶν ἀγγέλων ἀρχάγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι κατὰ κοινοῦ πολλάκις ὑφ' ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἁγίαις οὐσίαις οὐράνιαι δυνάμεις ἀποκαλοῦν ται. <2> Φαμὲν δὲ ὅτι κοινῶς ἐπὶ πάσαις κεχρημένοι τῇ τῶν οὐρανίων ἐπωνυμίᾳ δυνάμεων οὐ σύγχυσίν τινα τῶν ἑκάστης διακοσμήσεως ἰδιοτήτων εἰσάγομεν, ἀλλ' ἐπειδὴ εἰς τρία διῄρηνται τῷ κατ' αὐτοὺς ὑπερκοσμίῳ λόγῳ πάντες οἱ θεῖοι νόες, εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέρ γειαν, ὅταν ἅπαντας ἤ τινας αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας ἢ οὐρανίας δυνάμεις ἀποκαλοῦμεν, αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὧν ὁ λόγος ἐμφαίνειν ἡμᾶς οἰητέον ἐκ τῆς καθ' ἕκαστον αὐτῶν οὐσίας ἢ δυνάμεως· οὐδὲ γὰρ τὴν ὑπερκειμένην ἰδιότητα τῶν ἤδη καλῶς ἡμῖν διακεκριμένων ἁγίων δυνάμεων καὶ ταῖς ὑφειμέναις ὁλικῶς προσάπτειν οὐσίαις ἐπ' ἀνατροπῇ τῆς ἀσυγχύτου τῶν ἀγγελικῶν διακόσμων τα ξιαρχίας. Κατὰ γὰρ τὸν πολλάκις ἡμῖν ὀρθῶς ἀποδοθέντα λόγον αἱ μὲν ὑπερβεβηκυῖαι διακοσμήσεις περισσῶς ἔχουσι καὶ τὰς τῶν ὑφειμένων ἱερὰς ἰδιότητας, αἱ δὲ τελευταῖαι τὰς τῶν πρεσβυτέρων ὑπερκειμένας ὁλότητας οὐκ ἔχουσι μερικῶς εἰς αὐτὰς τῶν πρωτοφανῶν ἐλλάμψεων διὰ τῶν πρώτων ἀναλόγως αὐταῖς διαπορθμευομένων.