ἀΐδιος κύκλος διὰ τἀγαθόν, ἐκ τἀγαθοῦ καὶ ἐν τἀγαθῷ καὶ εἰς τἀγαθὸν ἐν ἀπλανεῖ συνελίξει περιπορευόμενος καὶ ἐν ταὐτῷ καὶ κατὰ τὸ αὐτὸ καὶ προϊὼν ἀεὶ καὶ μένων καὶ ἀποκαθιστάμενος. Ταῦτα καὶ ὁ κλεινὸς ἡμῶν ἱεροτελεστὴς ἐνθέως ὑφηγήσατο κατὰ τοὺς ἐρωτικοὺς ὕμνους, ὧν οὐκ ἄτοπον ἐπιμνησθῆναι καὶ οἷον ἱεράν τινα κεφαλὴν ἐπιθεῖναι τῷ περὶ ἔρωτος ἡμῶν λόγῳ· <15> Τὸν ἔρωτα, εἴτε θεῖον εἴτε ἀγγελικὸν εἴτε νοερὸν εἴτε ψυχικὸν εἴτε φυσικὸν εἴποιμεν, ἑνωτικήν τινα καὶ συγκρατικὴν ἐννοήσωμεν δύναμιν τὰ μὲν ὑπέρτερα κινοῦσαν ἐπὶ πρόνοιαν τῶν καταδεεστέρων, τὰ δὲ ὁμόστοιχα πάλιν εἰς κοινωνικὴν ἀλληλουχίαν καὶ ἐπ' ἐσχάτων τὰ ὑφειμένα πρὸς τὴν τῶν κρειττόνων καὶ ὑπερκειμένων ἐπιστροφήν. <16> Ἐπειδὴ τοὺς ἐκ τοῦ ἑνὸς πολλοὺς ἔρωτας διετάξαμεν ἑξῆς εἰρηκότες, οἷαι μὲν αἱ τῶν ἐγκοσμίων τε καὶ ὑπερκοσμίων ἐρώτων γνώσεις τε καὶ δυνάμεις, ὧν ὑπερέχουσι κατὰ τὸν ἀποδοθέντα τοῦ λόγου σκοπὸν αἱ τῶν νοερῶν τε καὶ νοητῶν ἐρώτων τάξεις τε καὶ διακοσμήσεις, μεθ' οὓς οἱ αὐτονόητοι καὶ θεῖοι τῶν ὄντως ἐκεῖ καλῶν ἐρώτων ὑπερεστᾶσι, καὶ ἡμῖν οἰκείως ὕμνηνται. Νῦν αὖθις ἀναλαβόντες ἅπαντας εἰς τὸν ἕνα καὶ συνεπτυγμένον ἔρωτα καὶ πάντων αὐτῶν πατέρα συνελίξωμεν ἅμα καὶ συναγάγωμεν ἀπὸ τῶν πολλῶν πρῶτον εἰς δύο συναιροῦντες αὐτὸν ἐρωτικὰς καθόλου δυνάμεις, ὧν ἐπικρατεῖ καὶ προκατάρχει πάντως ἡ ἐκ τοῦ πάντων ἐπέκεινα παντὸς ἔρωτος ἄσχετος αἰτία, καὶ πρὸς ἣν ἀνατείνεται συμφυῶς ἑκάστῳ τῶν ὄντων ὁ ἐκ τῶν ὄντων ἁπάντων ὁλικὸς ἔρως. <17> Ἄγε δὴ καὶ ταύτας πάλιν εἰς ἓν συναγαγόντες εἴπωμεν, ὅτι μία τις ἔστιν ἁπλῆ δύναμις ἡ αὐτοκινητικὴ πρὸς ἑνωτικήν τινα κρᾶσιν ἐκ τἀγαθοῦ μέχρι τοῦ τῶν ὄντων ἐσχάτου καὶ ἀπ' ἐκείνου πάλιν ἑξῆς διὰ πάντων εἰς τἀγαθὸν ἐξ ἑαυτῆς καὶ δι' ἑαυτῆς καὶ ἐφ' ἑαυτῆς ἑαυτὴν ἀνακυκλοῦσα καὶ εἰς ἑαυτὴν ἀεὶ ταὐτῶς ἀνελιττομένη. <18> Καίτοι φαίη τις· Eἰ πᾶσίν ἐστι τὸ καλὸν καὶ ἀγαθὸν ἐραστὸν καὶ ἐφετὸν καὶ ἀγαπητόν, ἐφίεται γὰρ αὐτοῦ καὶ τὸ μὴ ὄν, ὡς εἴρηται, καὶ φιλονεικεῖ πως ἐν αὐτῷ εἶναι, καὶ αὐτό ἐστι τὸ εἰδοποιὸν καὶ τῶν ἀνειδέων, καὶ ἐπ' αὐτοῦ καὶ τὸ μὴ ὂν ὑπερουσίως λέγεται καὶ ἔστι, πῶς ἡ δαιμονία πληθὺς οὐκ ἐφίεται τοῦ καλοῦ καὶ ἀγαθοῦ, πρόσυλος δὲ οὖσα καὶ τῆς ἀγγελικῆς περὶ τὴν ἔφεσιν τἀγαθοῦ ταὐτότητος ἀποπεπτωκυῖα κακῶν ἁπάντων αἰτία καὶ ἑαυτῇ καὶ τοῖς ἄλλοις, ὅσα κακύνεσθαι λέγεται; Πῶς δὲ ὅλως ἐκ τἀγαθοῦ παραχθὲν τὸ δαιμόνιον φῦλον οὐκ ἔστιν ἀγαθοειδὲς ἢ πῶς ἀγαθὸν ἐκ τἀγαθοῦ γεγονὸς ἠλλοιώθη; Καὶ τί τὸ κακῦναν αὐτὸ καὶ ὅλως τί τὸ κακόν ἐστι, καὶ ἐκ τίνος ἀρχῆς ὑπέστη, καὶ ἐν τίνι τῶν ὄντων ἔστιν; Καὶ πῶς ὁ ἀγαθὸς αὐτὸ παραγαγεῖν ἠβουλήθη, πῶς δὲ βουληθεὶς ἠδυνήθη; Καὶ εἰ ἐξ ἄλλης αἰτίας τὸ κακόν, τίς ἑτέρα τοῖς οὖσι παρὰ τἀγαθὸν αἰτία; Πῶς δὲ καὶ προνοίας οὔσης ἔστι τὸ κακὸν ἢ γινόμενον ὅλως ἢ μὴ ἀναιρούμενον, καὶ πῶς ἐφίεταί τι τῶν ὄντων αὐτοῦ παρὰ τἀγαθόν; <19> Ταῦτα μὲν οὖν ἴσως ἐρεῖ τοιόσδε ἀπορῶν λόγος, ἡμεῖς δὲ ἀξιώσομεν αὐτὸν εἰς τὴν τῶν πραγμάτων ἀλήθειαν ἀποβλέπειν καὶ πρῶτόν γε τοῦτο εἰπεῖν παῤῥησιασόμεθα· Τὸ κακὸν οὐκ ἔστιν ἐκ τἀγαθοῦ, καὶ εἰ ἐκ τἀγαθοῦ ἐστιν, οὐ κακόν, οὐδὲ γὰρ πυρὸς τὸ ψύχειν οὔτε ἀγαθοῦ τὸ μὴ ἀγαθὰ παράγειν. Καὶ εἰ τὰ ὄντα πάντα ἐκ τἀγαθοῦ, φύσις γὰρ τῷ ἀγαθῷ τὸ παράγειν καὶ σώζειν, τῷ δὲ κακῷ τὸ φθείρειν καὶ ἀπολλύειν, οὐδέν ἐστι τῶν ὄντων ἐκ τοῦ κακοῦ. Καὶ οὐδὲ αὐτὸ ἔσται τὸ κακόν, εἴπερ καὶ ἑαυτῷ κακὸν εἴη. Καὶ εἰ μὴ τοῦτο, οὐ πάντη κακὸν τὸ κακόν, ἀλλ' ἔχει τινὰ τἀγαθοῦ, καθ' ἣν ὅλως ἔστι, μοῖραν. Καὶ εἰ τὰ ὄντα τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφίεται καὶ πάντα, ὅσα ποιεῖ, διὰ τὸ δοκοῦν ἀγαθὸν ποιεῖ καὶ πᾶς ὁ τῶν ὄντων σκοπὸς ἀρχὴν ἔχει καὶ τέλος τἀγαθόν, οὐδὲν γὰρ εἰς τὴν τοῦ κακοῦ φύσιν ἀποβλέπον ποιεῖ, ἃ ποιεῖ, πῶς ἔσται τὸ κακὸν ἐν τοῖς οὖσιν ἢ ὅλως ὂν τῆς τοιαύτης ἀγαθῆς ὀρέξεως παρῃρημένον; Καὶ εἰ τὰ ὄντα πάντα ἐκ τἀγαθοῦ καὶ τἀγαθὸν ἐπέκεινα τῶν ὄντων, ἔστι μὲν ἐν τἀγαθῷ καὶ τὸ μὴ ὂν ὄν, τὸ δὲ κακὸν οὔτε ὄν ἐστιν, εἰ δὲ μὴ οὐ πάντη κακόν, οὔτε μὴ ὄν, οὐδὲν γὰρ ἔσται τὸ καθόλου μὴ ὄν, εἰ μὴ ἐν τἀγαθῷ κατὰ τὸ ὑπερούσιον λέγοιτο. Τὸ μὲν οὖν ἀγαθὸν ἔσται καὶ τοῦ ἁπλῶς ὄντος καὶ τοῦ μὴ ὄντος πολλῷ πρότερον ὑπεριδρυμένον. Τὸ δὲ κακὸν οὔτε ἐν τοῖς οὖσιν οὔτε ἐν τοῖς μὴ οὖσιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ μὴ ὄντος μᾶλλον ἀλλότριον ἀπέχον τἀγαθοῦ καὶ ἀνουσιώτερον.