ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περὶ θεὸν ὑπερτάτης οὐσίας καὶ τάξεως ἀναγωγικὰ καὶ ἀπόλυτα παντελῶς ἐστι καὶ ὑπερκόσμια τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν νοερῶν αὐτῆς καὶ θεοειδῶν δυνάμεων. Ὅθεν ἡ τῶν λογίων ἱερωτάτη σοφία τὴν τῶν πτερῶν διάπλασιν ἱερογραφοῦσα περὶ τὰ πρόσωπα καὶ τὰ μέσα καὶ τοὺς πόδας αὐτῶν ἐντίθησι τὰ πτερὰ τὸ καθόλου πτερωτὸν αὐτῶν αἰνισσομένη καὶ παντοδαπὸν τῆς ἐπὶ τὸ ὄντως ὂν ἀναγωγικῆς δυνάμεως. <8> Eἰ δὲ τὰ πρόσωπα καὶ τοὺς πόδας καλύπτουσι καὶ μόνοις πέτανται μέσοις πτεροῖς, ἐννόησον ἱερῶς ὅτι τοσοῦτον ἐξῃρημένη τῶν ὑπερτάτων οὐσιῶν ἡ τάξις εὐλαβής ἐστι περὶ τὰ τῶν νοήσεων αὐτῆς ὑψηλότερα καὶ βαθύτερα καὶ μέσοις πτεροῖς ἐν συμμετρίᾳ πρὸς θεοπτίαν ἀνάγεται τοῖς θείοις ζυγοῖς ὑποτιθεῖσα τὴν οἰκείαν ζωὴν καὶ πρὸς αὐτῶν ἱερῶς εὐθετουμένη πρὸς τὴν ἑαυτῆς ἐπιγνωμοσύνην. <9> Τὸ δὲ τοῖς λογίοις εἰρημένον ὡς «Ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον» ἐκεῖνο οἶμαι δηλοῦν ὅτι τῶν θεοπτικῶν αὐτῶν νοήσεων ἀλλήλοις ἀφθόνως μεταδιδόασιν. Καὶ τοῦτο δὲ ἱερᾶς ἀξιώσωμεν μνήμης ὡς ἡ τῶν λογίων Ἑβραία φωνὴ κατ' ἐμφατικὴν ἐπωνυμίαν καλεῖ τὰς ἁγιωτάτας τῶν Σεραφὶμ οὐσίας ἐκ τοῦ κατὰ θείαν καὶ ἀεικίνητον ζωὴν διαπύρου καὶ ὑπερζέοντος. <10> Eἴπερ οὖν, ὡς οἱ τὰ Ἑβραίων ἀφερμηνεύσαντές φασιν, οἱ θειότατοι Σεραφὶμ ἐμπρησταὶ καὶ θερμαίνοντες ὑπὸ τῆς θεολογίας ὠνομάσθησαν ἐκφαντορικῷ τῆς οὐσιώδους αὐτῶν ἕξεως ὀνόματι, τοῦ θείου μύρου κατὰ συμβολικὴν εἰκονογραφίαν ἀνακινητικὰς ἔχουσι δυνάμεις εἰς ἔκφανσιν αὐτὸ καὶ δραστικωτέρων ἀτμῶν διάδοσιν ἐκκαλουμένας. Ἡ γὰρ ὑπὲρ νοῦν εὐώδης οὐσία πρὸς τῶν διαπύρων καὶ καθαρωτάτων νοῶν εἰς ἔκφανσιν ἀνακινεῖσθαι φιλεῖ καὶ τὰς θειοτάτας αὐτῆς ἐπιπνοίας ἐν πανολβίαις διαδόσεσι δωρεῖται τοῖς οὕτως αὐτὴν ὑπερκοσμίως ἐκκαλουμένοις. Oὐκοῦν ἡ θειοτάτη τῶν ὑπερουρανίων οὐσιῶν τάξις οὐκ ἠγνόηκε τὸν θεαρχικώτατον Ἰησοῦν εἰς τὸ ἁγιάζεσθαι κατεληλυθότα, νοεῖ δὲ αὐτὸν ἱερῶς ἐν τοῖς καθ' ἡμᾶς ἑαυτὸν ὑφέντα διὰ θείαν καὶ ἄρρητον ἀγαθότητα, καὶ πρὸς τοῦ πατρὸς ἑαυτοῦ τε καὶ τοῦ πνεύματος ἀνθρωποπρεπῶς ἁγιαζόμενον ὁρῶσα τὴν οἰκείαν οἶδεν ἀρχήν, ἐν οἷς ἂν θεαρχικῶς δρᾷ, τὸ κατ' οὐσίαν ἀναλλοίωτον ἔχουσαν. Ὅθεν ἡ τῶν ἱερῶν συμβόλων παράδοσις ἁγιαζομένῳ τῷ θείῳ μύρῳ τοὺς Σεραφὶμ περιίστησιν ἀπαράλλακτον εἰδυῖα καὶ διαγράφουσα τὸν Χριστὸν ἐν τῇ καθ' ἡμᾶς ὁλικῇ πρὸς ἀλήθειαν ἐνανθρωπήσει. Καὶ προσέτι τὸ θειότερον, ὅτι τῷ θείῳ μύρῳ χρῆται πρὸς παντὸς ἱεροῦ τελεσιουργίαν ἐναργῶς ὑποδεικνῦσα κατὰ τὸ λόγιον ἁγιάζοντα τὸν ἁγιαζόμενον ὡς ἀεὶ ταὐτὸν ὄντα ἑαυτῷ κατὰ πᾶσαν τὴν θεαρχικὴν ἀγαθουργίαν. ∆ιὸ καὶ τῆς ἱερᾶς θεογενεσίας ἡ τελεσιουργὸς δωρεὰ καὶ χάρις ἐν ταῖς τοῦ μύρου τελεῖται θειοτάταις τελειώσεσιν. Ὅθεν ὡς οἶμαι καὶ τῷ καθαρτικῷ βαπτιστηρίῳ τὸ μύρον ἐν σταυροειδέσι βολαῖς ἐπιχέων ὁ ἱεράρχης ὑπ' ὄψιν ἄγει τοῖς θεωρητικοῖς ὀφθαλμοῖς ἄχρις καὶ αὐτοῦ <τοῦ> θανάτου διὰ σταυροῦ τὸν Ἰησοῦν ὑπὲρ τῆς ἡμῶν θεογενεσίας καταδυόμενον αὐτῇ τῇ θείᾳ καὶ ἀκρατήτῳ καθόδῳ τοὺς εἰς τὸν θάνατον αὐτοῦ κατὰ τὸ κρύφιον λόγιον βαπτιζομένους ἐκ τῆς τοῦ θοροποιοῦ θανάτου παλαιᾶς καταπόσεως ἀγαθοπρεπῶς ἀνασπῶντα καὶ ἀνακαινίζοντα πρὸς ἔνθεον καὶ αἰώνιον ὕπαρξιν. <11> Ἀλλὰ μὴν καὶ αὐτῷ τῷ τελεσθέντι τὴν ἱερωτάτην τῆς θεογενεσίας τελετὴν τὴν τοῦ θεαρχικοῦ πνεύματος ἐπιφοίτησιν ἡ τοῦ μύρου δωρεῖται τελειωτικὴ χρῖσις ὑποτυπούσης ὡς οἶμαι τῆς ἱερᾶς τῶν συμβόλων εἰκονογραφίας ὑπ' αὐτοῦ τοῦ δι' ἡμᾶς ἀνθρωποπρεπῶς τῷ θεαρχικῷ πνεύματι καθαγιασθέντος ἀναλλοιώτῳ τῆς οὐσιώδους θεότητος ἕξει τὸ θειότατον πνεῦμα χορηγούμενον. <12> Καὶ τοῦτο δὲ ἱεραρχικῶς ἐννόησον, ὅτι καὶ τοῦ θείου θυσιαστηρίου τὴν ἱερὰν τελείωσιν ἡ τῶν ἁγιωτάτων τελετῶν θεσμοθεσία ταῖς τοῦ ἱερωτάτου μύρου τελετουργεῖ παναγέσιν ἐπιχύσεσιν. Ἔστι δὲ ὑπερουράνιος καὶ ὑπερούσιος ἡ θεουργία, πάσης τῆς θεουργικῆς ἡμῶν ἁγιαστείας ἀρχὴ καὶ οὐσία καὶ τελεσιουργὸς δύναμις. Eἰ γάρ ἐστι τὸ θειότατον ἡμῶν