1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

16

θειότερος ἀληθῶς καὶ μακρῷ εὐδαιμονέστερος ἂν κριθείη, ἢ ἔμπαλιν ψευδοσοφίας ἁλοὺς κακοδαιμόνων ἀποίσεται τὰ πρωτεῖα. Πάλιν δ' ἐν τῇ γραφῇ περὶ Μοιρῶν ἰσχύος φιλοσοφῆσαι αὐτὸν ἐν Ἰωνίᾳ φησὶ διδάσκοντα οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ ἤδη ὑπάρχουσαν, οὐδ' ἂν ἀποκτείνειέ τις τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ' 405 αὐτοῦ τὸ ἄρχειν, καὶ ἂν ἀναβιῴη ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. καὶ τούτοις ἐπιλέγει αὐταῖς συλλαβαῖς «ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος δ', οὐδ' εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξικῇ κράτος, οὗτος, οὐδ' εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ εὐσκόπου.» τούτοις τὸν ἄρχοντα κολακεύων ἐπιφέρει λέγων «τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαΐους Ἀστυάγην τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ τοιαῦτα δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐγγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ' αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐπ' αὐτοὺς ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ, καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τάδε ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελλίου, κατεπίμπρατο δὲ ὁ ναὸς τοῦ ∆ιὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ' εὖ κείσεσθαι τὰ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν-καίτοι μειράκιον ἱκανῶς ἦσθα, καὶ οὔπω οὗτος-ἀλλ' ὅμως, ἐπεὶ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τὰ ἐκείνου νῦν ἔχεις. ἐπεὶ δὲ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τετμήσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με.» διὰ τούτων δὲ ὁμοῦ τὸν ἄνδρα κόλακα καὶ ψεύστην καὶ πάντα μᾶλλον ἢ φιλόσοφον ὁ ὑπὲρ τῆς ἀληθείας παρίστησι λόγος, τοσαῦτα γὰρ πρότερον εἰπὼν κατὰ τοῦ ∆ομετιανοῦ κολακεύει νῦν ὁ γεννάδας καὶ καθυποκρίνεται ὡς οὐδέν τι κατ' αὐτοῦ, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ τῶν 406 περὶ Μοιρῶν αὐτῷ καὶ ἀνάγκης ἐν Ἰωνίᾳ κεκινημένων. ἀνάλαβε δῆτα τὴν ἱστορίαν, ὦ συγγραφεῦ, καὶ τῆς μέθης διανήψας τὰ πρότερόν σοι γραφέντα λαμπρᾷ καὶ φιλαλήθει δίελθε τῇ φωνῇ, μηδὲν ὑποστειλάμενος, ὡς ἐν Ἐφέσῳ διατρίβων «ἀφίστη ∆ομετιανοῦ τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐρρώννυε σωτηρίας καὶ τὰς μὲν ἐπιστολιμαίους ὁμιλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, τῶν δὲ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων «διάκονον» ἔλεγε «ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ, βαδίσαι δέ σε χρὴ ἐς Ῥώμην παρὰ τὸν δεῖνα καὶ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ,» καὶ ὡς «διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης καὶ τὸν λόγον διῄει, ὅτι μηδὲ οἱ τύραννοι τὰ Μοιρῶν οἷοι βιάζεσθαι,» καὶ ὡς «χαλκῆς εἰκόνος ἱδρυμένης ∆ομετιανοῦ πρὸς τῷ Μέλητι ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας «ἀνόητε» εἶπεν «ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον καὶ εἰ ἀποκτείνειας, ἀναβιώσεται.» ὁ δὴ μετὰ τοὺς τοιουσδὶ λόγους κολακεύων τὸν τύραννον καὶ μηδέν τι τούτων ὡς πρὸς αὐτὸν εἰρῆσθαι αὑτῷ κατειρωνευόμενος πῶς οὐ μοχθηρίας ἁπάσης ἂν καὶ ἀνελευθερίας κριθείη, εἰ μὴ ἄρα ψευδηγόρους τινὰς καὶ κατηγόρους τοῦ ἀνδρός, οὐχὶ δὲ ἀληθεῖς συγγραφέας θείη τις τοὺς ταῦτα μνήμῃ παραδεδωκότας; καὶ ποῦ τοῦ Φιλαλήθους «οἱ παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ' ἀληθὲς τιμῶντες συγγραφεῖς ∆άμις τε ὁ φιλόσοφος ὁ καὶ συνδιατρίψας τῷ δηλουμένῳ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος,» ἀφ' ὧν ταῦτα παρατίθεται, οὓς σαφῶς οὕτως ἐναντιολογοῦντας κομπάζοντάς τε ἀληθῶς καὶ τοῖς μαχομένοις παρισταμένους ψεύστας ἐναργῶς καὶ ἀπαι 407 δεύτους καὶ γόητας τῆς ἀληθείας τὸ φέγγος διήλεγξεν; ἐπὶ πᾶσι τὸν Ἀπολλώνιον ἀπαλλαγέντα τοῦ δικαστηρίου ἐν Λεβαδείᾳ ἐλθεῖν ἱστορεῖ βουλόμενον εἰς Τροφωνίου κατελθεῖν μὴ ἐπιτρέπεσθαι πρὸς τῶν