16
θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ' ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων.» 1.9.12 Τοσαῦτα καὶ ὁ Πορφύριος, οὐ μᾶλλον ἢ ὁ Θεόφραστος. ἐπισφράγισμα δὲ τοῦ λόγου γένοιτ' ἂν ἡμῖν ὁ Πλάτων ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰρημένων αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς ῥῆμα· «Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θέειν θεοὺς αὐτοὺς ἐπονομάσαι». 1.9.13
θʹ. ΟΤΙ ΜΗ∆ΕΜΙΑ ΤΙΣ ΗΝ ΑΥΤΟΙΣ ΠΕΡΙ ΘΕΩΝ ΜΥΘΟΛΟΓΙΑ ΟΥ∆Ε ΓΕ
ΞΟΑΝΩΝ Ι∆ΡΥΣΙΣ Ἀλλ' ὅτι μὲν οἱ πρῶτοι καὶ παλαίτατοι τῶν ἀνθρώπων οὔτε ναῶν οἰκοδομίαις προσεῖχον οὔτε ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς οὐδὲ πλαστικῆς ἢ γλυπτικῆς ἢ ἀνδριαντοποιητικῆς τέχνης ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς οὐδὲ ἀρχιτεκτονικῆς πω[ς] συνεστώσης, παντί 1.9.14 τῳ οἶμαι συλλογιζομένῳ δῆλον εἶναι. ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν οὔτ' οὖν τις ἦν αὐτοῖς Ζεύς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ ∆ιόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄρρην θεός, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλ' οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν δὴ προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανον, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζῴων θυσίαις καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτερος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμένων φωνῶν καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπό1.9.15 δειξιν παρασχομένη. τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ' ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ' ἀρχὰς τὴν τῶν ὁρωμένων φωστήρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραίων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεοῦ 1.9.16 καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας. οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιοτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδὲ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρ1.9.17 ρένων τε καὶ θηλειῶν ὀνομασίας. αἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ' οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀπορρήτων τελετῶν μυστήρια, οὐδ' ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαι1.9.18 μονίας. ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς φύσεως ἀναπλάσματα, μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ' ἡμῖν θεῖον λόγιον τὸ φάσκον· «ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων». 1.9.19 ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ Αἰγυπτίων, διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχρις αὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους. 1.9.20
ιʹ. ΟΤΙ ΝΕΩΤΕΡΑ ΤΩΙ ΒΙΩΙ ΠΑΡΕΙΣΗΚΤΑΙ ΤΑ ΠΕΡΙ ΤΩΝ ΘΕΩΝ ΠΑΡΑ ΤΟΙΣ
ΠΟΛΛΟΙΣ ΤΕΘΡΥΛΗΜΕΝΑ